7.101 θέλω μέντοι καὶ τὸ ἀπὸ σεῦ , ὁκοῖόν τι λέγεις περὶ αὐτῶν , πυθέσθαι . ʹ μὲν ταῦτα εἰρώτα , δὲ ὑπολαβὼν ἔφη ʹ βασιλεῦ , κότερα ἀληθείῃ χρήσωμαι πρὸς σὲ ἡδονῇ ; ʹ δέ μιν ἀληθείῃ χρήσασθαι ἐκέλευε , φὰς οὐδέν οἱ ἀηδέστερον ἔσεσθαι πρότερον ἦν .
7.102 ὡς δὲ ταῦτα ἤκουσε Δημάρητος , ἔλεγε τάδε . ʹ βασιλεῦ , ἐπειδὴ ἀληθείῃ διαχρήσασθαι πάντως κελεύεις ταῦτα λέγοντα τὰ μὴ ψευδόμενός τις ὕστερον ὑπὸ σεῦ ἁλώσεται , τῇ Ἑλλάδι πενίη μὲν αἰεί κοτε σύντροφος ἐστί , ἀρετὴ δὲ ἔπακτος ἐστί , ἀπό τε σοφίης κατεργασμένη καὶ νόμου ἰσχυροῦ · τῇ διαχρεωμένη Ἑλλὰς τήν τε πενίην ἀπαμύνεται καὶ τὴν δεσποσύνην . αἰνέω μέν νυν πάντας Ἕλληνας τοὺς περὶ ἐκείνους τοὺς Δωρικοὺς χώρους οἰκημένους , ἔρχομαι δὲ λέξων οὐ περὶ πάντων τούσδε τοὺς λόγους ἀλλὰ περὶ Λακεδαιμονίων μούνων , πρῶτα μὲν ὅτι οὐκ ἔστι ὅκως κοτὲ σοὺς δέξονται λόγους δουλοσύνην φέροντας τῇ Ἑλλάδι , αὖτις δὲ ὡς ἀντιώσονταί τοι ἐς μάχην καὶ ἢν οἱ ἄλλοι Ἕλληνες πάντες τὰ σὰ φρονέωσι . ἀριθμοῦ δὲ πέρι , μή πύθῃ ὅσοι τινὲς ἐόντες ταῦτα ποιέειν οἷοί τε εἰσί · ἤν τε γὰρ τύχωσι ἐξεστρατευμένοι χίλιοι , οὗτοι μαχήσονταί τοι , ἤν τε ἐλάσσονες τούτων ἤν τε καὶ πλεῦνες . ʹ