7.95 Ἑλλησπόντιοι δὲ πλὴν Ἀβυδηνῶν ʹἈβυδηνοῖσι γὰρ προσετέτακτο ἐκ βασιλέος κατὰ χώρην μένουσι φύλακας εἶναι τῶν γεφυρέων̓ οἱ δὲ λοιποὶ οἱ ἐκ τοῦ Πόντου στρατευόμενοι παρείχοντο μὲν ἑκατὸν νέας , ἐσκευασμένοι δὲ ἦσαν ὡς Ἕλληνες . οὗτοι δὲ Ἰώνων καὶ Δωριέων ἄποικοι .
7.96 ἐπεβάτευον δὲ ἐπὶ πασέων τῶν νεῶν Πέρσαι καὶ Μῆδοι καὶ Σαάκαι . τούτων δὲ ἄριστα πλεούσας παρείχοντο νέας Φοίνικες καὶ Φοινίκων Σιδώνιοι . τούτοισι πᾶσι καὶ τοῖσι ἐς τὸν πεζὸν τεταγμένοισι αὐτῶν ἐπῆσαν ἑκάστοισι ἐπιχώριοι ἡγεμόνες , τῶν ἐγώ , οὐ γὰρ ἀναγκαίῃ ἐξέργομαι ἐς ἱστορίης λόγον , οὐ παραμέμνημαι . οὔτε γὰρ ἔθνεος ἑκάστου ἐπάξιοι ἦσαν οἱ ἡγεμόνες , ἔν τε ἔθνεϊ ἑκάστῳ ὅσαι περ πόλιες τοσοῦτοι καὶ ἡγεμόνες ἦσαν , εἵποντο δὲ ὡς οὐ στρατηγοὶ ἀλλ’ ὥσπερ οἱ ἄλλοι στρατευόμενοι δοῦλοι · ἐπεὶ στρατηγοί γε οἱ τὸ πᾶν ἔχοντες κράτος καὶ ἄρχοντες τῶν ἐθνέων ἑκάστων , ὅσοι αὐτῶν ἦσαν Πέρσαι , εἰρέαταί μοι .
7.97 τοῦ δὲ ναυτικοῦ ἐστρατήγεον Ἀριαβίγνης τε Δαρείου καὶ Πρηξάσπης Ἀσπαθίνεω καὶ Μεγάβαζος Μεγαβάτεω καὶ Ἀχαιμένης Δαρείου , τῆς μὲν Ἰάδος τε καὶ Καρικῆς στρατιῆς Ἀριαβίγνης Δαρείου τε παῖς καὶ τῆς Γοβρύεω θυγατρός · Αἰγυπτίων δὲ ἐστρατήγεε Ἀχαιμένης Ξέρξεω ἐὼν ἀπ’ ἀμφοτέρων ἀδελφεός , τῆς δὲ ἄλλης στρατιῆς ἐστρατήγεον οἱ δύο . τριηκόντεροι δὲ καὶ πεντηκόντεροι καὶ κέρκουροι καὶ ἱππαγωγὰ πλοῖα μακρὰ συνελθόντα ἐς τὸν ἀριθμὸν ἐφάνη τρισχίλια .