7.92 λύκιοι δὲ παρείχοντο νέας πεντήκοντα θωρηκοφόροι τε ἐόντες καὶ κνημιδοφόροι , εἶχον δὲ τόξα κρανέινα καὶ ὀιστοὺς καλαμίνους ἀπτέρους καὶ ἀκόντια , ἐπὶ δὲ αἰγὸς δέρμα περὶ τοὺς ὤμους αἰωρεύμενον , περὶ δὲ τῇσι κεφαλῇσι πίλους πτεροῖσι περιεστεφανωμένους · ἐγχειρίδια δὲ καὶ δρέπανα εἶχον . Λύκιοι δὲ Τερμίλαι ἐκαλέοντο ἐκ Κρήτης γεγονότες , ἐπὶ δὲ Λύκου τοῦ Πανδίονος ἀνδρὸς Ἀθηναίου ἔσχον τὴν ἐπωνυμίην .
7.93 Δωριέες δὲ οἱ ἐκ τῆς Ἀσίης τριήκοντα παρείχοντο νέας , ἔχοντές τε Ἑλληνικὰ ὅπλα καὶ γεγονότες ἀπὸ Πελοποννήσου . Κᾶρες δὲ ἑβδομήκοντα παρείχοντο νέας , τὰ μὲν ἄλλα κατά περ Ἕλληνες ἐσταλμένοι , εἶχον δὲ καὶ δρέπανα καὶ ἐγχειρίδια . οὗτοι δὲ οἵτινες πρότερον ἐκαλέοντο , ἐν τοῖσι πρώτοισι τῶν λόγων εἴρηται .
7.94 Ἴωνες δὲ ἑκατὸν νέας παρείχοντο ἐσκευασμένοι ὡς Ἕλληνες . Ἴωνες δὲ ὅσον μὲν χρόνον ἐν Πελοποννήσῳ οἴκεον τὴν νῦν καλεομένην Ἀχαιίην , καὶ πρὶν Δαναόν τε καὶ Ξοῦθον ἀπικέσθαι ἐς Πελοπόννησον , ὡς Ἕλληνες λέγουσι , ἐκαλέοντο Πελασγοὶ Αἰγιαλέες , ἐπὶ δὲ Ἴωνος τοῦ Ξούθου Ἴωνες .
7.95 νησιῶται δὲ ἑπτακαίδεκα παρείχοντο νέας , ὡπλισμένοι ὡς Ἕλληνες , καὶ τοῦτο Πελασγικὸν ἔθνος ; ὕστερον δὲ Ἰωνικὸν ἐκλήθη κατὰ τὸν αὐτὸν λόγον καὶ οἱ δυωδεκαπόλιες Ἴωνες οἱ ἀπ’ Ἀθηνέων . Αἰολέες δὲ ἑξήκοντα νέας παρείχοντο , ἐσκευασμένοι τε ὡς Ἕλληνες καὶ τὸ πάλαι καλεόμενοι Πελασγοί , ὡς Ἑλλήνων λόγος .