7.89 οὗτοι δὲ οἱ Φοίνικες τὸ παλαιὸν οἴκεον , ὡς αὐτοὶ λέγουσι , ἐπὶ τῇ Ἐρυθρῇ θαλάσσῃ , ἐνθεῦτεν δὲ ὑπερβάντες τῆς Συρίης οἰκέουσι τὸ παρὰ θάλασσαν · τῆς δὲ Συρίης τοῦτο τὸ χωρίον καὶ τὸ μέχρι Αἰγύπτου πᾶν Παλαιστίνη καλέεται . Αἰγύπτιοι δὲ νέας παρείχοντο διηκοσίας . οὗτοι δὲ εἶχον περὶ μὲν τῇσι κεφαλῇσι κράνεα χηλευτά , ἀσπίδας δὲ κοίλας , τὰς ἴτυς μεγάλας ἐχούσας , καὶ δόρατά τε ναύμαχα καὶ τύχους μεγάλους . τὸ δὲ πλῆθος αὐτῶν θωρηκοφόροι ἦσαν , μαχαίρας δὲ μεγάλας εἶχον .
7.90 οὗτοι μὲν οὕτω ἐστάλατο , Κύπριοι δὲ παρείχοντο νέας πεντήκοντα καὶ ἑκατόν , ἐσκευασμένοι ὧδε · τὰς μὲν κεφαλὰς εἱλίχατο μίτρῃσι οἱ βασιλέες αὐτῶν , οἱ δὲ ἄλλοι εἶχον κιθῶνας , τὰ δὲ ἄλλα κατά περ Ἕλληνες . τούτων δὲ τοσάδε ἔθνεα εἰσί , οἳ μὲν ἀπὸ Σαλαμῖνος καὶ Ἀθηνέων , οἳ δὲ ἀπ’ Ἀρκαδίης , οἳ δὲ ἀπὸ Κύθνου , οἳ δὲ ἀπὸ Φοινίκης , οἳ δὲ ἀπὸ Αἰθιοπίης , ὡς αὐτοὶ Κύπριοι λέγουσι .
7.91 Κίλικες δὲ ἑκατὸν παρείχοντο νέας . οὗτοι δ’ αὖ περὶ μὲν τῇσι κεφαλῇσι κράνεα ἐπιχώρια , λαισήια δὲ εἶχον ἀντ’ ἀσπίδων ὠμοβοέης πεποιημένα , καὶ κιθῶνας εἰρινέους ἐνδεδυκότες · δύο δὲ ἀκόντια ἕκαστος καὶ ξίφος εἶχον , ἀγχοτάτω τῇσι Αἰγυπτίῃσι μαχαίρῃσι πεποιημένα . οὗτοι δὲ τὸ παλαιὸν Ὑπαχαιοὶ ἐκαλέοντο , ἐπὶ δὲ Κίλικος τοῦ Ἀγήνορος ἀνδρὸς Φοίνικος ἔσχον τὴν ἐπωνυμίην . Πάμφυλοι δὲ τριήκοντα παρείχοντο νέας Ἑλληνικοῖσι ὅπλοισι ἐσκευασμένοι . οἱ δὲ Πάμφυλοι οὗτοι εἰσὶ τῶν ἐκ Τροίης ἀποσκεδασθέντων ἅμα Ἀμφιλόχῳ καὶ Κάλχαντι .