7.87 ταῦτα τὰ ἔθνεα μοῦνα ἱππεύει . ἀριθμὸς δὲ τῆς ἵππου ἐγένετο ὀκτὼ μυριάδες , πάρεξ τῶν καμήλων καὶ τῶν ἁρμάτων . οἱ μέν νυν ἄλλοι ἱππέες ἐτετάχατο κατὰ τέλεα , Ἀράβιοι δὲ ἔσχατοι ἐπετετάχατο · ἅτε γὰρ τῶν ἵππων οὔτι ἀνεχομένων τὰς καμήλους , ὕστεροι ἐτετάχατο , ἵνα μὴ φοβέοιτο τὸ ἱππικόν .
7.88 Ἵππαρχοι δὲ ἦσαν Ἁρμαμίθρης τε καὶ Τίθαιος Δάτιος παῖδες . δὲ τρίτος σφι συνίππαρχος Φαρνούχης κατελέλειπτο ἐν Σάρδισι νοσέων . ὡς γὰρ ὁρμῶντο ἐκ Σαρδίων , ἐπὶ συμφορὴν περιέπεσε ἀνεθέλητον · ἐλαύνοντι γάρ οἱ ὑπὸ τοὺς πόδας τοῦ ἵππου ὑπέδραμε κύων , καὶ ἵππος οὐ προϊδὼν ἐφοβήθη τε καὶ στὰς ὀρθὸς ἀπεσείσατο τὸν Φαρνούχεα , πεσὼν δὲ αἷμά τε ἤμεε καὶ ἐς φθίσιν περιῆλθε νοῦσος . τὸν δὲ ἵππον αὐτίκα κατ’ ἀρχὰς ἐποίησαν ὡς ἐκέλευε · ἀπαγαγόντες οἱ οἰκέται ἐς τὸν χῶρον ἐν τῷ περ κατέβαλε τὸν δεσπότην , ἐν τοῖσι γούνασι ἀπέταμον τὰ σκέλεα . Φαρνούχης μὲν οὕτω παρελύθη τῆς ἡγεμονίης .
7.89 τῶν δὲ τριηρέων ἀριθμὸς μὲν ἐγένετο ἑπτὰ καὶ διηκόσιαι καὶ χίλιαι , παρείχοντο δὲ αὐτὰς οἵδε , Φοίνικες μὲν σὺν Σύροισι τοῖσι ἐν τῇ Παλαιστίνῃ τριηκοσίας , ὧδε ἐσκευασμένοι · περὶ μὲν τῇσι κεφαλῇσι κυνέας εἶχον ἀγχοτάτω πεποιημένας τρόπον τὸν Ἑλληνικόν , ἐνδεδυκότες δὲ θώρηκας λινέους , ἀσπίδας δὲ ἴτυς οὐκ ἐχούσας εἶχον καὶ ἀκόντια .