7.78 μόσχοι δὲ περὶ μὲν τῇσι κεφαλῇσι κυνέας ξυλίνας εἶχον , ἀσπίδας δὲ καὶ αἰχμὰς σμικράς · λόγχαι δὲ ἐπῆσαν μεγάλαι . Τιβαρηνοὶ δὲ καὶ Μάκρωνες καὶ Μοσσύνοικοι κατά περ Μόσχοι ἐσκευασμένοι ἐστρατεύοντο . τούτους δὲ συνέτασσον ἄρχοντες οἵδε , Μόσχους μὲν καὶ Τιβαρηνοὺς Ἀριόμαρδος Δαρείου τε παῖς καὶ Πάρμυος τῆς Σμέρδιος τοῦ Κύρου , Μάκρωνας δὲ καὶ Μοσσυνοίκους Ἀρταΰκτης Χεράσμιος , ὃς Σηστὸν τὴν ἐν Ἑλλησπόντῳ ἐπετρόπευε .
7.79 Μᾶρες δὲ ἐπὶ μὲν τῇσι κεφαλῇσι κράνεα ἐπιχώρια πλεκτὰ εἶχον , ἀσπίδας δὲ δερματίνας μικρὰς καὶ ἀκόντια . Κόλχοι δὲ περὶ μὲν τῇσι κεφαλῇσι κράνεα ξύλινα , ἀσπίδας δὲ ὠμοβοΐνας μικρὰς αἰχμάς τε βραχέας , πρὸς δὲ μαχαίρας εἶχον . Μαρῶν δὲ καὶ Κόλχων ἦρχε Φαρανδάτης Τεάσπιος . Ἀλαρόδιοι δὲ καὶ Σάσπειρες κατά περ Κόλχοι ὡπλισμένοι ἐστρατεύοντο . τούτων δὲ Μασίστιος Σιρομίτρεω ἦρχε .
7.80 τὰ δὲ νησιωτικὰ ἔθνεα τὰ ἐκ τῆς Ἐρυθρῆς θαλάσσης ἑπόμενα , νήσων δὲ ἐν τῇσι τοὺς ἀνασπάστους καλεομένους κατοικίζει βασιλεύς , ἀγχοτάτω τῶν Μηδικῶν εἶχον ἐσθῆτά τε καὶ ὅπλα . τούτων δὲ τῶν νησιωτέων ἦρχε Μαρδόντης Βαγαίου , ὃς ἐν Μυκάλῃ στρατηγέων δευτέρῳ ἔτεϊ τούτων ἐτελεύτησε ἐν τῇ μάχῃ .
7.81 ταῦτα ἦν τὰ κατ’ ἤπειρον στρατευόμενά τε ἔθνεα καὶ τεταγμένα ἐς τὸν πεζόν . τούτου ὦν τοῦ στρατοῦ ἦρχον μὲν οὗτοι οἵ περ εἰρέαται , καὶ οἱ διατάξαντες καὶ ἐξαριθμήσαντες οὗτοι ἦσαν καὶ χιλιάρχας τε καὶ μυριάρχας ἀποδέξαντες , ἑκατοντάρχας δὲ καὶ δεκάρχας οἱ μυριάρχαι . τελέων δὲ καὶ ἐθνέων ἦσαν ἄλλοι σημάντορες .