7.82 ἦσαν μὲν δὴ οὗτοι οἵ περεἰρέαται ἄρχοντες , ἐστρατήγεον δὲ τούτων τε καὶ τοῦ σύμπαντος στρατοῦ τοῦ πεζοῦ Μαρδόνιός τε Γοβρύεω καὶ Τριτανταίχμης Ἀρταβάνου τοῦ γνώμην θεμένου μὴ στρατεύεσθαι ἐπὶ Ἑλλάδα καὶ Σμερδομένης Ὀτάνεω , Δαρείου ἀμφότεροι οὗτοι ἀδελφεῶν παῖδες , Ξέρξῃ δὲ ἐγίνοντο ἀνεψιοί , καὶ Μασίστης Δαρείου τε καὶ Ἀτόσσης παῖς καὶ Γέργις Ἀριάζου καὶ Μεγάβυζος Ζωπύρου .
7.83 οὗτοι ἦσαν στρατηγοὶ τοῦ σύμπαντος πεζοῦ χωρὶς τῶν μυρίων · τῶν δὲ μυρίων τούτων Περσέων τῶν ἀπολελεγμένων ἐστρατήγεε μὲν Ὑδάρνης Ὑδάρνεος , ἐκαλέοντο δὲ ἀθάνατοι οἱ Πέρσαι οὗτοι ἐπὶ τοῦδε · εἴ τις αὐτῶν ἐξέλιπε τὸν ἀριθμὸν θανάτῳ βιηθεὶς νούσῳ , ἄλλος ἀνὴρ ἀραίρητο , καὶ ἐγίνοντο οὐδαμὰ οὔτε πλεῦνες μυρίων οὔτε ἐλάσσονες . κόσμον δὲ πλεῖστον παρείχοντο διὰ πάντων Πέρσαι , καὶ αὐτοὶ ἄριστοι ἦσαν · σκευὴν μὲν τοιαύτην εἶχον περ εἴρηται , χωρὶς δὲ χρυσόν τε πολλὸν καὶ ἄφθονον ἔχοντες ἐνέπρεπον , ἁρμαμάξας τε ἅμα ἤγοντο , ἐν δὲ παλλακὰς καὶ θεραπηίην πολλήν τε καὶ εὖ ἐσκευασμένην · σῖτα δέ σφι , χωρὶς τῶν ἄλλων στρατιωτέων , κάμηλοί τε καὶ ὑποζύγια ἦγον .
7.84 ἱππεύει δὲ ταῦτα τὰ ἔθνεα · πλὴν οὐ πάντα παρείχετο ἵππον , ἀλλὰ τοσάδε μοῦνα , Πέρσαι μὲν τὴν αὐτὴν ἐσκευασμένοι καὶ πεζὸς αὐτῶν · πλὴν ἐπὶ τῇσι κεφαλῇσι εἶχον ἔνιοι αὐτῶν καὶ χάλκεα καὶ σιδήρεα ἐξεληλαμένα ποιήματα .