7.75 Θρήικες δὲ ἐπὶ μὲν τῇσι κεφαλῇσι ἀλωπεκέας ἔχοντες ἐστρατεύοντο , περὶ δὲ τὸ σῶμα κιθῶνας , ἐπὶ δὲ ζειρὰς περιβεβλημένοι ποικίλας , περὶ δὲ τοὺς πόδας τε καὶ τὰς κνήμας πέδιλα νεβρῶν , πρὸς δὲ ἀκόντιά τε καὶ πέλτας καὶ ἐγχειρίδια μικρά . οὗτοι δὲ διαβάντες μὲν ἐς τὴν Ἀσίην ἐκλήθησαν Βιθυνοί , τὸ δὲ πρότερον ἐκαλέοντο , ὡς αὐτοὶ λέγουσι , Στρυμόνιοι , οἰκέοντες ἐπὶ Στρυμόνι · ἐξαναστῆναι δὲ φασὶ ἐξ ἠθέων ὑπὸ Τευκρῶν τε καὶ Μυσῶν . Θρηίκων δὲ τῶν ἐν τῇ Ἀσίῃ ἦρχε Βασσάκης Ἀρταβάνου .
7.76 { ... } ἀσπίδας δὲ ὠμοβοΐνας εἶχον σμικράς , καὶ προβόλους δύο λυκιοεργέας ἕκαστος εἶχε , ἐπὶ δὲ τῇσι κεφαλῇσι κράνεα χάλκεα · πρὸς δὲ τοῖσι κράνεσι ὦτά τε καὶ κέρεα προσῆν βοὸς χάλκεα , ἐπῆσαν δὲ καὶ λόφοι · τὰς δὲ κνήμας ῥάκεσι φοινικέοισι κατειλίχατο . ἐν τούτοισι τοῖσι ἀνδράσι Ἄρεος ἐστὶ χρηστήριον .
7.77 Καβηλέες δὲ οἱ Μηίονες , Λασόνιοι δὲ καλεύμενοι , τὴν αὐτὴν Κίλιξι εἶχον σκευήν , τὴν ἐγώ , ἐπεὰν κατὰ τὴν Κιλίκων τάξιν διεξιὼν γένωμαι , τότε σημανέω . Μιλύαι δὲ αἰχμάς τε βραχέας εἶχον καὶ εἵματα ἐνεπεπορπέατο · εἶχον δὲ αὐτῶν τόξα μετεξέτεροι Λύκια , περὶ δὲ τῇσι κεφαλῇσι ἐκ διφθερέων πεποιημένας κυνέας . τούτων πάντων ἦρχε Βάδρης Ὑστάνεος .