7.71 Λίβυες δὲ σκευὴν μὲν σκυτίνην ἤισαν ἔχοντες , ἀκοντίοισι δὲ ἐπικαύτοισι χρεώμενοι , ἄρχοντα δὲ παρείχοντο Μασσάγην τὸν Ὀαρίζου .
7.72 Παφλαγόνες δὲ ἐστρατεύοντο ἐπὶ μὲν τῇσι κεφαλῇσι κράνεα πεπλεγμένα ἔχοντες , ἀσπίδας δὲ μικρὰς αἰχμάς τε οὐ μεγάλας , πρὸς δὲ ἀκόντια καὶ ἐγχειρίδια , περὶ δὲ τοὺς πόδας πέδιλα ἐπιχώρια ἐς μέσην κνήμην ἀνατείνοντα . Λίγυες δὲ καὶ Ματιηνοὶ καὶ Μαριανδυνοί τε καὶ Σύριοι τὴν αὐτὴν ἔχοντες Παφλαγόσι ἐστρατεύοντο . οἱ δὲ Σύριοι οὗτοι ὑπὸ Περσέων Καππαδόκαι καλέονται . Παφλαγόνων μέν νυν καὶ Ματιηνῶν Δῶτος Μεγασίδρου ἦρχε , Μαριανδυνῶν δὲ καὶ Λιγύων καὶ Συρίων Γοβρύης Δαρείου τε καὶ Ἀρτυστώνης .
7.73 φρύγες δὲ ἀγχοτάτω τῆς Παφλαγονικῆς σκευὴν εἶχον , ὀλίγον παραλλάσσοντες . οἱ δὲ Φρύγες , ὡς Μακεδόνες λέγουσι , ἐκαλέοντο Βρίγες χρόνον ὅσον Εὐρωπήιοι ἐόντες σύνοικοι ἦσαν Μακεδόσι , μεταβάντες δὲ ἐς τὴν Ἀσίην ἅμα τῇ χώρῃ καὶ τὸ οὔνομα μετέβαλον ἐς Φρύγας . Ἀρμένιοι δὲ κατά περ Φρύγες ἐσεσάχατο , ἐόντες Φρυγῶν ἄποικοι . τούτων συναμφοτέρων ἦρχε Ἀρτόχμης Δαρείου ἔχων θυγατέρα .
7.74 Λυδοὶ δὲ ἀγχοτάτω τῶν Ἑλληνικῶν εἶχον ὅπλα . οἱ δὲ Λυδοὶ Μηίονες ἐκαλεῦντο τὸ πάλαι , ἐπὶ δὲ Λυδοῦ τοῦ Ἄτους ἔσχον τὴν ἐπωνυμίην , μεταβαλόντες τὸ οὔνομα . Μυσοὶ δὲ ἐπὶ μὲν τῇσι κεφαλῇσι εἶχον κράνεα ἐπιχώρια , ἀσπίδας δὲ μικράς , ἀκοντίοισι δὲ ἐχρέωντο ἐπικαύτοισι . οὗτοι δὲ εἰσὶ Λυδῶν ἄποικοι , ἀπ’ Ὀλύμπου δὲ ὄρεος καλέονται Ὀλυμπιηνοί . Λυδῶν δὲ καὶ Μυσῶν ἦρχε Ἀρταφρένης Ἀρταφρένεος ὃς ἐς Μαραθῶνα ἐσέβαλε ἅμα Δάτι .