7.69 Ἀράβιοι δὲ ζειρὰς ὑπεζωσμένοι ἦσαν , τόξα δέ παλίντονα εἶχον πρὸς δεξιά , μακρά . Αἰθίοπες δὲ παρδαλέας τε καὶ λεοντέας ἐναμμένοι , τόξα δὲ εἶχον ἐκ φοίνικος σπάθης πεποιημένα , μακρά , τετραπηχέων οὐκ ἐλάσσω , ἐπὶ δὲ καλαμίνους ὀιστοὺς μικρούς · ἀντὶ δὲ σιδήρου ἐπῆν λίθος ὀξὺς πεποιημένος , τῷ καὶ τὰς σφρηγῖδας γλύφουσι · πρὸς δὲ αἰχμὰς εἶχον , ἐπὶ δὲ κέρας δορκάδος ἐπῆν ὀξὺ πεποιημένον τρόπον λόγχης · εἶχον δὲ καὶ ῥόπαλα τυλωτά . τοῦ δὲ σώματος τὸ μὲν ἥμισυ ἐξηλείφοντο γύψῳ ἰόντες ἐς μάχην , τὸ δὲ ἄλλο ἥμισυ μίλτῳ . Ἀραβίων δὲ καὶ Αἰθιόπων τῶν ὑπὲρ Αἰγύπτου οἰκημένων ἦρχε Ἀρσάμης Δαρείου καὶ Ἀρτυστώνης τῆς Κύρου θυγατρός , τὴν μάλιστα στέρξας τῶν γυναικῶν Δαρεῖος εἰκὼ χρυσέην σφυρήλατον ἐποιήσατο .
7.70 τῶν μὲν δὴ ὑπὲρ Αἰγύπτου Αἰθιόπων καὶ Ἀραβίων ἦρχε Ἀρσάμης , οἱ δὲ ἀπὸ ἡλίου ἀνατολέων Αἰθίοπες ʹδιξοὶ γὰρ δὴ ἐστρατεύοντὀ προσετετάχατο τοῖσι Ἰνδοῖσι , διαλλάσσοντες εἶδος μὲν οὐδὲν τοῖσι ἑτέροισι , φωνὴν δὲ καὶ τρίχωμα μοῦνον · οἱ μὲν γὰρ ἀπὸ ἡλίου Αἰθίοπες ἰθύτριχες εἰσί , οἱ δ’ ἐκ τῆς Λιβύης οὐλότατον τρίχωμα ἔχουσι πάντων ἀνθρώπων . οὗτοι δὲ οἱ ἐκ τῆς Ἀσίης Αἰθίοπες τὰ μὲν πλέω κατά περ Ἰνδοὶ ἐσεσάχατο , προμετωπίδια δὲ ἵππων εἶχον ἐπὶ τῇσι κεφαλῇσι σύν τε τοῖσι ὠσὶ ἐκδεδαρμένα καὶ τῇ λοφιῇ · καὶ ἀντὶ μὲν λόφου λοφιὴ κατέχρα , τὰ δὲ ὦτα τῶν ἵππων ὀρθὰ πεπηγότα εἶχον · προβλήματα δὲ ἀντ’ ἀσπίδων ἐποιεῦντο γεράνων δοράς .