7.66 ἄριοι δὲ τόξοισι μὲν ἐσκευασμένοι ἦσαν Μηδικοῖσι , τὰ δὲ ἄλλα κατά περ Βάκτριοι . Ἀρίων δὲ ἦρχε Σισάμνης Ὑδάρνεος . Πάρθοι δὲ καὶ Χοράσμιοι καὶ Σόγδοι τε καὶ Γανδάριοι καὶ Δαδίκαι τὴν αὐτὴν σκευὴν ἔχοντες τὴν καὶ Βάκτριοι ἐστρατεύοντο . τούτων δὲ ἦρχον οἵδε . Πάρθων μὲν καὶ Χορασμίων Ἀρτάβαζος Φαρνάκεος , Σόγδων δὲ Ἀζάνης Ἀρταίου , Γανδαρίων δὲ καὶ Δαδικέων Ἀρτύφιος Ἀρταβάνου .
7.67 Κάσπιοι δὲ σισύρνας τε ἐνδεδυκότες καὶ τόξα ἐπιχώρια καλάμινα ἔχοντες καὶ ἀκινάκας ἐστρατεύοντο . οὗτοι μὲν οὕτω ἐσκευάδατο , ἡγεμόνα παρεχόμενοι Ἀριόμαρδον τὸν Ἀρτυφίου ἀδελφεόν , Σαράγγαι δὲ εἵματα μὲν βεβαμμένα ἐνέπρεπον ἔχοντες , πέδιλα δὲ ἐς γόνυ ἀνατείνοντα εἶχον , τόξα δὲ καὶ αἰχμὰς Μηδικάς . Σαραγγέων δὲ ἦρχε Φερενδάτης Μεγαβάζου . Πάκτυες δὲ σισυρνοφόροι τε ἦσαν καὶ τόξα ἐπιχώρια εἶχον καὶ ἐγχειρίδια . Πάκτυες δὲ ἄρχοντα παρείχοντο Ἀρταΰντην τὸν Ἰθαμίτρεω .
7.68 Οὔτιοι δὲ καὶ Μύκοι τε καὶ Παρικάνιοι ἐσκευασμένοι ἦσαν κατά περ Πάκτυες . τούτων δὲ ἦρχον οἵδε , Οὐτίων μὲν καὶ Μύκων Ἀρσαμένης Δαρείου , Παρικανίων δὲ Σιρομίτρης Οἰοβάζου .