7.62 Κίσσιοι δὲ στρατευόμενοι τὰ μὲν ἄλλα κατά περ Πέρσαι ἐσκευάδατο , ἀντὶ δὲ τῶν πίλων μιτρηφόροι ἦσαν . Κισσίων δὲ ἦρχε Ἀνάφης Ὀτάνεω . Ὑρκάνιοι δὲ κατά περ Πέρσαι ἐσεσάχατο , ἡγεμόνα παρεχόμενοι Μεγάπανον τὸν Βαβυλῶνος ὕστερον τούτων ἐπιτροπεύσαντα .
7.63 Ἀσσύριοι δὲ στρατευόμενοι περὶ μὲν τῇσι κεφαλῇσι εἶχον χάλκεά τε κράνεα καὶ πεπλεγμένα τρόπον τινὰ βάρβαρον οὐκ εὐαπήγητον , ἀσπίδας δὲ καὶ αἰχμὰς καὶ ἐγχειρίδια παραπλήσια τῇσι Αἰγυπτίῃσι εἶχον , πρὸς δὲ ῥόπαλα ξύλων τετυλωμένα σιδήρῳ , καὶ λινέους θώρηκας . οὗτοι δὲ ὑπὸ μὲν Ἑλλήνων καλέονται Σύριοι , ὑπὸ δὲ τῶν βαρβάρων Ἀσσύριοι ἐκλήθησαν . τούτων δὲ μεταξὺ Χαλδαῖοι . Ἦρχε δὲ σφέων Ὀτάσπης Ἀρταχαίεω .
7.64 Βάκτριοι δὲ περὶ μὲν τῇσι κεφαλῇσι ἀγχότατα τῶν Μηδικῶν ἔχοντες ἐστρατεύοντο , τόξα δὲ καλάμινα ἐπιχώρια καὶ αἰχμὰς βραχέας . Σάκαι δὲ οἱ Σκύθαι περὶ μὲν τῇσι κεφαλῇσι κυρβασίας ἐς ὀξὺ ἀπηγμένας ὀρθὰς εἶχον πεπηγυίας , ἀναξυρίδας δὲ ἐνεδεδύκεσαν , τόξα δὲ ἐπιχώρια καὶ ἐγχειρίδια , πρὸς δὲ καὶ ἀξίνας σαγάρις εἶχον . τούτους δὲ ἐόντας Σκύθας Ἀμυργίους Σάκας ἐκάλεον · οἱ γὰρ Πέρσαι πάντας τοὺς Σκύθας καλέουσι Σάκας . Βακτρίων δὲ καὶ Σακέων ἦρχε Ὑστάσπης Δαρείου τε καὶ Ἀτόσσης τῆς Κύρου .
7.65 Ἰνδοὶ δὲ εἵματα μὲν ἐνδεδυκότες ἀπὸ ξύλων πεποιημένα , τόξα δὲ καλάμινα εἶχον καὶ ὀιστοὺς καλαμίνους · ἐπὶ δὲ σίδηρος ἦν . ἐσταλμένοι μὲν δὴ ἦσαν οὕτω Ἰνδοί , προσετετάχατο δὲ συστρατευόμενοι Φαρναζάθρῃ τῷ Ἀρταβάτεω .