7.61 οἱ δὲ στρατευόμενοι οἵδε ἦσαν , Πέρσαι μὲν ὧδε ἐσκευασμένοι · περὶ μὲν τῇσι κεφαλῇσι εἶχον τιάρας καλεομένους πίλους ἀπαγέας , περὶ δὲ τὸ σῶμα κιθῶνας χειριδωτοὺς ποικίλους , { ... } λεπίδος σιδηρέης ὄψιν ἰχθυοειδέος , περὶ δὲ τὰ σκέλεα ἀναξυρίδας , ἀντὶ δὲ ἀσπίδων γέρρα · ὑπὸ δὲ φαρετρεῶνες ἐκρέμαντο · αἰχμὰς δὲ βραχέας εἶχον , τόξα δὲ μεγάλα , ὀιστοὺς δὲ καλαμίνους , πρὸς δὲ ἐγχειρίδια παρὰ τὸν δεξιὸν μηρὸν παραιωρεύμενα ἐκ τῆς ζώνης . καὶ ἄρχοντα παρείχοντο Ὀτάνεα τὸν Ἀμήστριος πατέρα τῆς Ξέρξεω γυναικός , ἐκαλέοντο δὲ πάλαι ὑπὸ μὲν Ἑλλήνων Κηφῆνες , ὑπὸ μέντοι σφέων αὐτῶν καὶ τῶν περιοίκων Ἀρταῖοι . ἐπεὶ δὲ Περσεὺς Δανάης τε καὶ Διὸς ἀπίκετο παρὰ Κηφέα τὸν Βήλου καὶ ἔσχε αὐτοῦ τὴν θυγατέρα Ἀνδρομέδην , γίνεται αὐτῷ παῖς τῷ οὔνομα ἔθετο Πέρσην , τοῦτον δὲ αὐτοῦ καταλείπει · ἐτύγχανε γὰρ ἄπαις ἐὼν Κηφεὺς ἔρσενος γόνου . ἐπὶ τούτου δὴ τὴν ἐπωνυμίην ἔσχον .
7.62 Μῆδοι δὲ τὴν αὐτὴν ταύτην ἐσταλμένοι ἐστρατεύοντο · Μηδικὴ γὰρ αὕτη σκευή ἐστι καὶ οὐ Περσική . οἱ δὲ Μῆδοι ἄρχοντα μὲν παρείχοντο Τιγράνην ἄνδρα Ἀχαιμενίδην , ἐκαλέοντο δὲ πάλαι πρὸς πάντων Ἄριοι , ἀπικομένης δὲ Μηδείης τῆς Κολχίδος ἐξ Ἀθηνέων ἐς τοὺς Ἀρίους τούτους μετέβαλον καὶ οὗτοι τὸ οὔνομα . αὐτοὶ περὶ σφέων ὧδε λέγουσι Μῆδοι .