7.59 ἔδοξε ὦν τῷ Ξέρξῃ χῶρος εἶναι ἐπιτήδεος ἐνδιατάξαι τε καὶ ἐξαριθμῆσαι τὸν στρατόν , καὶ ἐποίεε ταῦτα . τὰς μὲν δὴ νέας τὰς πάσας ἀπικομένας ἐς Δορίσκον οἱ ναύαρχοι κελεύσαντος Ξέρξεω ἐς τὸν αἰγιαλὸν τὸν προσεχέα Δορίσκῳ ἐκόμισαν , ἐν τῷ Σάλη τε Σαμοθρηικίη πεπόλισται πόλις καὶ Ζώνη , τελευτᾷ δὲ αὐτοῦ Σέρρειον ἄκρη ὀνομαστή . δὲ χῶρος οὗτος τὸ παλαιὸν ἦν Κικόνων . ἐς τοῦτον τὸν αἰγιαλὸν κατασχόντες τὰς νέας ἀνέψυχον ἀνελκύσαντες . δὲ ἐν τῷ Δορίσκῳ τοῦτον τὸν χρόνον τῆς στρατιῆς ἀριθμὸν ἐποιέετο .
7.60 ὅσον μέν νυν ἕκαστοι παρεῖχον πλῆθος ἐς ἀριθμόν , οὐκ ἔχω εἰπεῖν τὸ ἀτρεκές · οὐ γὰρ λέγεται πρὸς οὐδαμῶν ἀνθρώπων · σύμπαντος δὲ τοῦ στρατοῦ τοῦ πεζοῦ τὸ πλῆθος ἐφάνη ἑβδομήκοντα καὶ ἑκατὸν μυριάδες . ἐξηρίθμησαν δὲ τόνδε τὸν τρόπον · συνήγαγόν τε ἐς ἕνα χῶρον μυριάδα ἀνθρώπων , καὶ συννάξαντες ταύτην ὡς μάλιστα εἶχον περιέγραψαν ἔξωθεν κύκλον · περιγράψαντες δὲ καὶ ἀπέντες τοὺς μυρίους αἱμασιὴν περιέβαλον κατὰ τὸν κύκλον , ὕψος ἀνήκουσαν ἀνδρὶ ἐς τὸν ὀμφαλόν · ταύτην δὲ ποιήσαντες ἄλλους ἐσεβίβαζον ἐς τὸ περιοικοδομημένον , μέχρι οὗ πάντας τούτῳ τῷ τρόπῳ ἐξηρίθμησαν . ἀριθμήσαντες δὲ κατὰ ἔθνεα διέτασσον .