7.58 δὲ ναυτικὸς ἔξω τὸν Ἑλλήσποντον πλέων παρὰ γῆν ἐκομίζετο , τὰ ἔμπαλιν πρήσσων τοῦ πεζοῦ . μὲν γὰρ πρὸς ἑσπέρην ἔπλεε , ἐπὶ Σαρπηδονίης ἄκρης ποιεύμενος τὴν ἄπιξιν , ἐς τὴν αὐτῷ προείρητο ἀπικομένῳ περιμένειν · δὲ κατ’ ἤπειρον στρατὸς πρὸς ἠῶ τε καὶ ἡλίου ἀνατολὰς ἐποιέετο τὴν ὁδὸν διὰ τῆς Χερσονήσου , ἐν δεξιῇ μὲν ἔχων τὸν Ἕλλης τάφον τῆς Ἀθάμαντος , ἐν ἀριστερῇ δὲ Καρδίην πόλιν , διὰ μέσης δὲ πορευόμενος πόλιος τῇ οὔνομα τυγχάνει ἐὸν Ἀγορή . ἐνθεῦτεν δὲ κάμπτων τὸν κόλπον τὸν Μέλανα καλεόμενον καὶ Μέλανα ποταμόν , οὐκ ἀντισχόντα τότε τῇ στρατιῇ τὸ ῥέεθρον ἀλλ’ ἐπιλιπόντα , τοῦτον τὸν ποταμὸν διαβάς , ἐπ’ οὗ καὶ κόλπος οὗτος τὴν ἐπωνυμίην ἔχει , ἤιε πρὸς ἑσπέρην , Αἶνόν τε πόλιν Αἰολίδα καὶ Στεντορίδα λίμνην παρεξιών , ἐς ἀπίκετο ἐς Δορίσκον .
7.59 δὲ Δορίσκος ἐστὶ τῆς Θρηίκης αἰγιαλός τε καὶ πεδίον μέγα , διὰ δὲ αὐτοῦ ῥέει ποταμὸς μέγας Ἕβρος · ἐν τῷ τεῖχός τε ἐδέδμητο βασιλήιον τοῦτο τὸ δὴ Δορίσκος κέκληται , καὶ Περσέων φρουρὴ ἐν αὐτῷ κατεστήκεε ὑπὸ Δαρείου ἐξ ἐκείνου τοῦ χρόνου ἐπείτε ἐπὶ Σκύθας ἐστρατεύετο .