7.55 μετὰ δὲ οἵ τε ἵπποι οἱ ἱροὶ καὶ τὸ ἅρμα τὸ ἱρόν , ἐπὶ δὲ αὐτός τε Ξέρξης καὶ οἱ αἰχμοφόροι καὶ οἱ ἱππόται οἱ χίλιοι , ἐπὶ δὲ τούτοισι ἄλλος στρατός . καὶ αἱ νέες ἅμα ἀνήγοντο ἐς τὴν ἀπεναντίον . ἤδη δὲ ἤκουσα καὶ ὕστατον διαβῆναι βασιλέα πάντων .
7.56 Ξέρξης δὲ ἐπεὶ διέβη ἐς τὴν Εὐρώπην , ἐθηεῖτο τὸν στρατὸν ὑπὸ μαστίγων διαβαίνοντα · διέβη δὲ στρατὸς αὐτοῦ ἐν ἑπτὰ ἡμέρῃσι καὶ ἐν ἑπτὰ εὐφρόνῃσι , ἐλινύσας οὐδένα χρόνον . ἐνθαῦτα λέγεται , Ξέρξεω ἤδη διαβεβηκότος τὸν Ἑλλήσποντον , ἄνδρα εἰπεῖν Ἑλλησπόντιον ʹ Ζεῦ , τί δὴ ἀνδρὶ εἰδόμενος Πέρσῃ καὶ οὔνομα ἀντὶ Διὸς Ξέρξην θέμενος ἀνάστατον τὴν Ἑλλάδα θέλεις ποιῆσαι , ἄγων πάντας ἀνθρώπους ; καὶ γὰρ ἄνευ τούτων ἐξῆν τοι ποιέειν ταῦτα . ʹ
7.57 ὡς δὲ διέβησαν πάντες , ἐς ὁδὸν ὁρμημένοισι τέρας σφι ἐφάνη μέγα , τὸ Ξέρξης ἐν οὐδενὶ λόγῳ ἐποιήσατο καίπερ εὐσύμβλητον ἐόν · ἵππος γὰρ ἔτεκε λαγόν . εὐσύμβλητον ὦν τῇδε τοῦτο ἐγένετο , ὅτι ἔμελλε μὲν ἐλᾶν στρατιὴν ἐπὶ τὴν Ἑλλάδα Ξέρξης ἀγαυρότατα καὶ μεγαλοπρεπέστατα , ὀπίσω δὲ περὶ ἑωυτοῦ τρέχων ἥξειν ἐς τὸν αὐτὸν χῶρον . ἐγένετο δὲ καὶ ἕτερον αὐτῷ τέρας ἐόντι ἐν Σάρδισι · ἡμίονος γὰρ ἔτεκε ἡμίονον διξὰ ἔχουσαν αἰδοῖα , τὰ μὲν ἔρσενος τὰ δὲ θηλέης · κατύπερθε δὲ ἦν τὰ τοῦ ἔρσενος . τῶν ἀμφοτέρων λόγον οὐδένα ποιησάμενος τὸ πρόσω ἐπορεύετο , σὺν δέ οἱ πεζὸς στρατός .