7.53 τῶνδε δὲ εἵνεκα προαγορεύω ἀντέχεσθαι τοῦ πολέμου ἐντεταμένως · ὡς γὰρ ἐγὼ πυνθάνομαι , ἐπ’ ἄνδρας στρατευόμεθα ἀγαθούς , τῶν ἢν κρατήσωμεν , οὐ μή τις ἡμῖν ἄλλος στρατὸς ἀντιστῇ κοτε ἀνθρώπων . νῦν δὲ διαβαίνωμεν ἐπευξάμενοι τοῖσι θεοῖσι οἳ Πέρσας λελόγχασι . ʹ
7.54 ταύτην μὲν τὴν ἡμέρην παρεσκευάζοντο ἐς τὴν διάβασιν · τῇ δὲ ὑστεραίῃ ἀνέμενον τὸν ἥλιον ἐθέλοντες ἰδέσθαι ἀνίσχοντα , θυμιήματά τε παντοῖα ἐπὶ τῶν γεφυρέων καταγίζοντες καὶ μυρσίνῃσι στορνύντες τὴν ὁδόν . ὡς δ’ ἐπανέτελλε ἥλιος , σπένδων ἐκ χρυσέης φιάλης Ξέρξης ἐς τὴν θάλασσαν εὔχετο πρὸς τὸν ἥλιον μηδεμίαν οἱ συντυχίην τοιαύτην γενέσθαι , μιν παύσει καταστρέψασθαι τὴν Εὐρώπην πρότερον ἐπὶ τέρμασι τοῖσι ἐκείνης γένηται . εὐξάμενος δὲ ἐσέβαλε τὴν φιάλην ἐς τὸν Ἑλλήσποντον καὶ χρύσεον κρητῆρα καὶ Περσικὸν ξίφος , τὸν ἀκινάκην καλέουσι . ταῦτα οὐκ ἔχω ἀτρεκέως διακρῖναι οὔτε εἰ τῷ ἡλίῳ ἀνατιθεὶς κατῆκε ἐς τὸ πέλαγος , οὔτε εἰ μετεμέλησέ οἱ τὸν Ἑλλήσποντον μαστιγώσαντι καὶ ἀντὶ τούτων τὴν θάλασσαν ἐδωρέετο .
7.55 ὡς δὲ ταῦτά οἱ ἐπεποίητο , διέβαινον κατὰ μὲν τὴν ἑτέρην τῶν γεφυρέων τὴν πρὸς τοῦ Πόντου πεζός τε καὶ ἵππος ἅπασα , κατὰ δὲ τὴν πρὸς τὸ Αἰγαῖον τὰ ὑποζύγια καὶ θεραπηίη . ἡγέοντο δὲ πρῶτα μὲν οἱ μύριοι Πέρσαι , ἐστεφανωμένοι πάντες , μετὰ δὲ τούτους σύμμικτος στρατὸς παντοίων ἐθνέων . ταύτην μὲν τὴν ἡμέρην οὗτοι , τῇ δὲ ὑστεραίῃ πρῶτοι μὲν οἵ τε ἱππόται καὶ οἱ τὰς λόγχας κάτω τρέποντες · ἐστεφάνωντο δὲ καὶ οὗτοι .