7.51 ἀδικώτατοι μέν νυν γινόμενοι οὐδὲν κέρδος μέγα ἡμῖν προσβάλλουσι , δικαιότατοι δὲ γινόμενοι οἷοί τε δηλήσασθαι μεγάλως τὴν σὴν στρατιὴν γίνονται . ἐς θυμὸν ὦν βάλευ καὶ τὸ παλαιὸν ἔπος ὡς εὖ εἴρηται , τὸ μὴ ἅμα ἀρχῇ πᾶν τέλος καταφαίνεσθαι . ʹ
7.52 ἀμείβεται πρὸς ταῦτα Ξέρξης ʹ Ἀρτάβανε , τῶν ἀπεφήναο γνωμέων σφάλλεαι κατὰ ταύτην δὴ μάλιστα , ὃς Ἴωνας φοβέαι μὴ μεταβάλωσι , τῶν ἔχομεν γνῶμα μέγιστον , τῶν σύ τε μάρτυς γίνεαι καὶ οἱ συστρατευσάμενοι Δαρείῳ ἄλλοι ἐπὶ Σκύθας , ὅτι ἐπὶ τούτοισι πᾶσα Περσικὴ στρατιὴ ἐγένετο διαφθεῖραι καὶ περιποιῆσαι , οἳ δὲ δικαιοσύνην καὶ πιστότητα ἐνέδωκαν , ἄχαρι δὲ οὐδέν . πάρεξ δὲ τούτου , ἐν τῇ ἡμετέρῃ καταλιπόντας τέκνα καὶ γυναῖκας καὶ χρήματα οὐδ’ ἐπιλέγεσθαι χρὴ νεώτερόν τι ποιήσειν . οὕτω μηδὲ τοῦτο φοβέο , ἀλλὰ θυμὸν ἔχων ἀγαθὸν σῶζε οἶκόν τε τὸν ἐμὸν καὶ τυραννίδα τὴν ἐμήν · σοὶ γὰρ ἐγὼ μούνῳ ἐκ πάντων σκῆπτρα τὰ ἐμὰ ἐπιτράπω . ʹ
7.53 ταῦτα εἴπας καὶ Ἀρτάβανον ἀποστείλας ἐς Σοῦσα δεύτερα μετεπέμψατο Ξέρξης Περσέων τοὺς δοκιμωτάτους · ἐπεὶ δέ οἱ παρῆσαν , ἔλεγέ σφι τάδε . ʹ Πέρσαι , τῶνδ’ ἐγὼ ὑμέων χρηίζων συνέλεξα , ἄνδρας τε γενέσθαι ἀγαθοὺς καὶ μὴ καταισχύνειν τὰ πρόσθε ἐργασμένα Πέρσῃσι , ἐόντα μεγάλα τε καὶ πολλοῦ ἄξια , ἀλλ’ εἷς τε ἕκαστος καὶ οἱ σύμπαντες προθυμίην ἔχωμεν · ξυνὸν γὰρ πᾶσι τοῦτο ἀγαθὸν σπεύδεται .