7.50 ὁρᾷς τὰ Περσέων πρήγματα ἐς δυνάμιος προκεχώρηκε . εἰ τοίνυν ἐκεῖνοι οἱ πρὸ ἐμεῦ γενόμενοι βασιλέες γνώμῃσι ἐχρέωντο ὁμοίῃσι καὶ σύ , μὴ χρεώμενοι γνώμῃσι τοιαύτῃσι ἄλλους συμβούλους εἶχον τοιούτους , οὐκ ἄν κοτε εἶδες αὐτὰ ἐς τοῦτο προελθόντα · νῦν δὲ κινδύνους ἀναρριπτέοντες ἐς τοῦτο σφέα προηγάγοντο . μεγάλα γὰρ πρήγματα μεγάλοισι κινδύνοισι ἐθέλει καταιρέεσθαι . ἡμεῖς τοίνυν ὁμοιεύμενοι ἐκείνοισι ὥρην τε τοῦ ἔτεος καλλίστην πορευόμεθα , καὶ καταστρεψάμενοι πᾶσαν τὴν Εὐρώπην νοστήσομεν ὀπίσω , οὔτε λιμῷ ἐντυχόντες οὐδαμόθι οὔτε ἄλλο ἄχαρι οὐδὲν παθόντες . τοῦτο μὲν γὰρ αὐτοὶ πολλὴν φορβὴν φερόμενοι πορευόμεθα , τοῦτο δέ , τῶν ἄν κου ἐπιβέωμεν γῆν καὶ ἔθνος , τούτων τὸν σῖτον ἕξομεν · ἐπ’ ἀροτῆρας δὲ καὶ οὐ νομάδας στρατευόμεθα ἄνδρας . ʹ
7.51 λέγει Ἀρτάβανος μετὰ ταῦτα ʹ βασιλεῦ , ἐπείτε ἀρρωδέειν οὐδὲν ἐᾷς πρῆγμα , σὺ δέ μευ συμβουλίην ἔνδεξαι · ἀναγκαίως γὰρ ἔχει περὶ πολλῶν πρηγμάτων πλεῦνα λόγον ἐκτεῖναι . Κῦρος Καμβύσεω Ἰωνίην πᾶσαν πλὴν Ἀθηναίων κατεστρέψατο δασμοφόρον εἶναι Πέρσῃσι . τούτους ὦν τοὺς ἄνδρας συμβουλεύω τοι μηδεμιῇ μηχανῇ ἄγειν ἐπὶ τοὺς πατέρας · καὶ γὰρ ἄνευ τούτων οἷοί τε εἰμὲν τῶν ἐχθρῶν κατυπέρτεροι γίνεσθαι . γὰρ σφέας , ἢν ἕπωνται , δεῖ ἀδικωτάτους γίνεσθαι καταδουλουμένους τὴν μητρόπολιν , δικαιοτάτους συνελευθεροῦντας .