7.49 γῆ δὲ πολεμίη τῇδέ τοι κατίσταται · εἰ θέλει τοι μηδὲν ἀντίξοον καταστῆναι , τοσούτῳ τοι γίνεται πολεμιωτέρη ὅσῳ ἂν προβαίνῃς ἑκαστέρω , τὸ πρόσω αἰεὶ κλεπτόμενος · εὐπρηξίης δὲ οὐκ ἔστι ἀνθρώποισι οὐδεμία πληθώρη . καὶ δή τοι , ὡς οὐδενὸς ἐναντιευμένου , λέγω τὴν χώρην πλεῦνα ἐν πλέονι χρόνῳ γινομένην λιμὸν τέξεσθαι . ἀνὴρ δὲ οὕτω ἂν εἴη ἄριστος , εἰ βουλευόμενος μὲν ἀρρωδέοι , πᾶν ἐπιλεγόμενος πείσεσθαι χρῆμα , ἐν δὲ τῷ ἔργῳ θρασὺς εἴη . ʹ
7.50 ἀμείβεται Ξέρξης τοῖσιδε . ʹ Ἀρτάβανε , οἰκότως μὲν σύ γε τούτων ἕκαστα διαιρέαι · ἀτὰρ μήτε πάντα φοβέο μήτε πᾶν ὁμοίως ἐπιλέγεο . εἰ γὰρ δὴ βούλοιο ἐπὶ τῷ αἰεὶ ἐπεσφερομένῳ πρήγματι τὸ πᾶν ὁμοίως ἐπιλέγεσθαι , ποιήσειας ἂν οὐδαμὰ οὐδέν · κρέσσον δὲ πάντα θαρσέοντα ἥμισυ τῶν δεινῶν πάσχειν μᾶλλον πᾶν χρῆμα προδειμαίνοντα μηδαμὰ μηδὲν παθεῖν . εἰ δὲ ἐρίξων πρὸς πᾶν τὸ λεγόμενον μὴ τὸ βέβαιον ἀποδέξεις , σφάλλεσθαι ὀφείλεις ἐν αὐτοῖσι ὁμοίως καὶ ὑπεναντία τούτοισι λέξας . τοῦτο μέν νυν ἐπ’ ἴσης ἔχει · εἰδέναι δὲ ἄνθρωπον ἐόντα κῶς χρὴ τὸ βέβαιον ; δοκέω μὲν οὐδαμῶς . τοῖσι τοίνυν βουλομένοισι ποιέειν ὡς τὸ ἐπίπαν φιλέει γίνεσθαι τὰ κέρδεα , τοῖσι δὲ ἐπιλεγομένοισί τε πάντα καὶ ὀκνέουσι οὐ μάλα ἐθέλει .