7.47 δὲ ἀμείβετο λέγων ʹ βασιλεῦ , ὄψις μὲν ἐπιφανεῖσα τοῦ ὀνείρου ὡς βουλόμεθα ἀμφότεροι τελευτήσειε , ἐγὼ δ’ ἔτι καὶ ἐς τόδε δείματος εἰμὶ ὑπόπλεος οὐδ’ ἐντὸς ἐμεωυτοῦ , ἄλλα τε πολλὰ ἐπιλεγόμενος καὶ δὴ καὶ ὁρῶν τοι δύο τὰ μέγιστα πάντων ἐόντα πολεμιώτατα . ʹ
7.48 Ξέρξης δὲ πρὸς ταῦτα ἀμείβετο τοῖσιδε . ʹ δαιμόνιε ἀνδρῶν , κοῖα ταῦτα λέγεις εἶναι δύο μοι πολεμιώτατα ; κότερά τοι πεζὸς μεμπτὸς κατὰ πλῆθος ἐστὶ καὶ τὸ Ἑλληνικὸν στράτευμα φαίνεται πολλαπλήσιον ἔσεσθαι τοῦ ἡμετέρου , τὸ ναυτικὸν τὸ ἡμέτερον λείψεσθαι τοῦ ἐκείνων , καὶ συναμφότερα ταῦτα ; εἰ γάρ τοι ταύτῃ φαίνεται ἐνδεέστερα εἶναι τὰ ἡμέτερα πρήγματα , στρατοῦ ἂν ἄλλου τις τὴν ταχίστην ἄγερσιν ποιέοιτο . ʹ
7.49 δ’ ἀμείβετο λέγων ʹ βασιλεῦ , οὔτε στρατὸν τοῦτον , ὅστις γε σύνεσιν ἔχει , μέμφοιτ’ ἂν οὔτε τῶν νεῶν τὸ πλῆθος · ἢν δὲ πλεῦνας συλλέξῃς , τὰ δύο τοι τὰ λέγω πολλῷ ἔτι πολεμιώτερα γίνεται . τὰ δὲ δύο ταῦτα ἐστὶ γῆ τε καὶ θάλασσα . οὔτε γὰρ τῆς θαλάσσης ἐστὶ λιμὴν τοσοῦτος οὐδαμόθι , ὡς ἐγὼ εἰκάζω , ὅστις ἐγειρομένου χειμῶνος δεξάμενός σευ τοῦτο τὸ ναυτικὸν φερέγγυος ἔσται διασῶσαι τὰς νέας . καίτοι οὐκὶ ἕνα αὐτὸν δεῖ εἶναι τὸν λιμένα , ἀλλὰ παρὰ πᾶσαν τὴν ἤπειρον παρ’ ἣν δὴ κομίζεαι . οὔκων δὴ ἐόντων τοι λιμένων ὑποδεξίων , μάθε ὅτι αἱ συμφοραὶ τῶν ἀνθρώπων ἄρχουσι καὶ οὐκὶ ὥνθρωποι τῶν συμφορέων . καὶ δὴ τῶν δύο τοι τοῦ ἑτέρου εἰρημένου τὸ ἕτερον ἔρχομαι ἐρέων .