7.46 μαθὼν δέ μιν Ἀρτάβανος πάτρως , ὃς τὸ πρῶτον γνώμην ἀπεδέξατο ἐλευθέρως οὐ συμβουλεύων Ξέρξῃ στρατεύεσθαι ἐπὶ τὴν Ἑλλάδα , οὗτος ὡνὴρ φρασθεὶς Ξέρξην δακρύσαντα εἴρετο τάδε . ʹ βασιλεῦ , ὡς πολλὸν ἀλλήλων κεχωρισμένα ἐργάσαο νῦν τε καὶ ὀλίγῳ πρότερον · μακαρίσας γὰρ σεωυτὸν δακρύεις . ʹ δὲ εἶπε ʹ ἐσῆλθε γάρ με λογισάμενον κατοικτεῖραι ὡς βραχὺς εἴη πᾶς ἀνθρώπινος βίος , εἰ τούτων γε ἐόντων τοσούτων οὐδεὶς ἐς ἑκατοστὸν ἔτος περιέσται . ʹ δὲ ἀμείβετο λέγων ʹ ἕτερα τούτου παρὰ τὴν ζόην πεπόνθαμεν οἰκτρότερα . ἐν γὰρ οὕτω βραχέι βίῳ οὐδεὶς οὕτω ἄνθρωπος ἐὼν εὐδαίμων πέφυκε οὔτε τούτων οὔτε τῶν ἄλλων , τῷ οὐ παραστήσεται πολλάκις καὶ οὐκὶ ἅπαξ τεθνάναι βούλεσθαι μᾶλλον ζώειν . αἵ τε γὰρ συμφοραὶ προσπίπτουσαι καὶ αἱ νοῦσοι συνταράσσουσαι καὶ βραχὺν ἐόντα μακρὸν δοκέειν εἶναι ποιεῦσι τὸν βίον . οὕτω μὲν θάνατος μοχθηρῆς ἐούσης τῆς ζόης καταφυγὴ αἱρετωτάτη τῷ ἀνθρώπῳ γέγονε , δὲ θεὸς γλυκὺν γεύσας τὸν αἰῶνα φθονερὸς ἐν αὐτῷ εὑρίσκεται ἐών . ʹ
7.47 Ξέρξης δὲ ἀμείβετο λέγων ʹ Ἀρτάβανε , βιοτῆς μέν νυν ἀνθρωπηίης πέρι , ἐούσης τοιαύτης οἵην περ σὺ διαιρέαι εἶναι , παυσώμεθα , μηδὲ κακῶν μεμνώμεθα χρηστὰ ἔχοντες πρήγματα ἐν χερσί , φράσον δέ μοι τόδε · εἴ τοι ὄψις τοῦ ἐνυπνίου μὴ ἐναργὴς οὕτω ἐφάνη , εἶχες ἂν τὴν ἀρχαίην γνώμην , οὐκ ἐῶν με στρατεύεσθαι ἐπὶ τὴν Ἑλλάδα , μετέστης ἄν ; φέρε τοῦτό μοι ἀτρεκέως εἰπέ . ʹ