7.43 ἀπικομένου δὲ τοῦ στρατοῦ ἐπὶ ποταμὸν Σκάμανδρον , ὃς πρῶτος ποταμῶν , ἐπείτε ἐκ Σαρδίων ὁρμηθέντες ἐπεχείρησαν τῇ ὁδῷ , ἐπέλιπε τὸ ῥέεθρον οὐδ’ ἀπέχρησε τῇ στρατιῇ τε καὶ τοῖσι κτήνεσι πινόμενος · ἐπὶ τοῦτον δὴ τὸν ποταμὸν ὡς ἀπίκετο Ξέρξης , ἐς τὸ Πριάμου Πέργαμον ἀνέβη ἵμερον ἔχων θεήσασθαι · θεησάμενος δὲ καὶ πυθόμενος ἐκείνων ἕκαστα τῇ Ἀθηναίῃ τῇ Ἰλιάδι ἔθυσε βοῦς χιλίας , χοὰς δὲ οἱ Μάγοι τοῖσι ἥρωσι ἐχέαντο . ταῦτα δὲ ποιησαμένοισι νυκτὸς φόβος ἐς τὸ στρατόπεδον ἐνέπεσε . ἅμα ἡμέρῃ δὲ ἐπορεύετο ἐνθεῦτεν , ἐν ἀριστερῇ μὲν ἀπέργων Ῥοίτιον πόλιν καὶ Ὀφρύνειον καὶ Δάρδανον , περ δὴ Ἀβύδῳ ὅμουρος ἐστί , ἐν δεξιῇ δὲ Γέργιθας Τευκρούς .
7.44 ἐπεὶ δ’ ἐγένετο ἐν Ἀβύδῳ μέσῃ , ἠθέλησε Ξέρξης ἰδέσθαι πάντα τὸν στρατόν · καὶ προεπεποίητο γὰρ ἐπὶ κολωνοῦ ἐπίτηδες αὐτῷ ταύτῃ προεξέδρη λίθου λευκοῦ , ἐποίησαν δὲ Ἀβυδηνοὶ ἐντειλαμένου πρότερον βασιλέος , ἐνθαῦτα ὡς ἵζετο , κατορῶν ἐπὶ τῆς ἠιόνος ἐθηεῖτο καὶ τὸν πεζὸν καὶ τὰς νέας , θηεύμενος δὲ ἱμέρθη τῶν νεῶν ἅμιλλαν γινομένην ἰδέσθαι . ἐπεὶ δὲ ἐγένετό τε καὶ ἐνίκων Φοίνικες Σιδώνιοι , ἥσθη τε τῇ ἁμίλλῃ καὶ τῇ στρατιῇ .
7.45 ὡς δὲ ὥρα πάντα μὲν τὸν Ἑλλήσποντον ὑπὸ τῶν νεῶν ἀποκεκρυμμένον , πάσας δὲ τὰς ἀκτὰς καὶ τὰ Ἀβυδηνῶν πεδία ἐπίπλεα ἀνθρώπων , ἐνθαῦτα Ξέρξης ἑωυτὸν ἐμακάρισε , μετὰ δὲ τοῦτο ἐδάκρυσε .