7.41 ἐξήλασε μὲν οὕτω ἐκ Σαρδίων Ξέρξης , μετεκβαίνεσκε δέ , ὅκως μιν λόγος αἱρέοι , ἐκ τοῦ ἅρματος ἐς ἁρμάμαξαν . αὐτοῦ δὲ ὄπισθε αἰχμοφόροι Περσέων οἱ ἄριστοί τε καὶ γενναιότατοι χίλιοι , κατὰ νόμον τὰς λόγχας ἔχοντες , μετὰ δὲ ἵππος ἄλλη χιλίη ἐκ Περσέων ἀπολελεγμένη , μετὰ δὲ τὴν ἵππον ἐκ τῶν λοιπῶν Περσέων ἀπολελεγμένοι μύριοι . οὗτος πεζὸς ἦν · καὶ τούτων χίλιοι μὲν ἐπὶ τοῖσι δόρασι ἀντὶ τῶν σαυρωτήρων ῥοιὰς εἶχον χρυσέας καὶ πέριξ συνεκλήιον τοὺς ἄλλους , οἱ δὲ εἰνακισχίλιοι ἐντὸς τούτων ἐόντες ἀργυρέας ῥοιὰς εἶχον · εἶχον δὲ χρυσέας ῥοιὰς καὶ οἱ ἐς τὴν γῆν τρέποντες τὰς λόγχας , καὶ μῆλα οἱ ἄγχιστα ἑπόμενοι Ξέρξῃ . τοῖσι δὲ μυρίοισι ἐπετέτακτο ἵππος Περσέων μυρίη . μετὰ δὲ τὴν ἵππον διέλειπε καὶ δύο σταδίους , καὶ ἔπειτα λοιπὸς ὅμιλος ἤιε ἀναμίξ .
7.42 ἐποιέετο δὲ τὴν ὁδὸν ἐκ τῆς Λυδίης στρατὸς ἐπί τε ποταμὸν Κάικον καὶ γῆν τὴν Μυσίην , ἀπὸ δὲ Καΐκου ὁρμώμενος , Κάνης ὄρος ἔχων ἐν ἀριστερῇ , διὰ τοῦ Ἀταρνέος ἐς Καρήνην πόλιν · ἀπὸ δὲ ταύτης διὰ Θήβης πεδίου ἐπορεύετο , Ἀδραμύττειόν τε πόλιν καὶ Ἄντανδρον τὴν Πελασγίδα παραμειβόμενος . τὴν Ἴδην δὲ λαβὼν ἐς ἀριστερὴν χεῖρα ἤιε ἐς τὴν Ἰλιάδα γῆν . καὶ πρῶτα μέν οἱ ὑπὸ τῇ Ἴδῃ νύκτα ἀναμείναντι βρονταί τε καὶ πρηστῆρες ἐπεσπίπτουσι καί τινα αὐτοῦ ταύτῃ συχνὸν ὅμιλον διέφθειραν .