7.39 ὡς δὲ ταῦτα ὑπεκρίνατο , αὐτίκα ἐκέλευε τοῖσι προσετέτακτο ταῦτα πρήσσειν , τῶν Πυθίου παίδων ἐξευρόντας τὸν πρεσβύτατον μέσον διαταμεῖν , διαταμόντας δὲ τὰ ἡμίτομα διαθεῖναι τὸ μὲν ἐπὶ δεξιὰ τῆς ὁδοῦ τὸ δ’ ἐπ’ ἀριστερά , καὶ ταύτῃ διεξιέναι τὸν στρατόν .
7.40 ποιησάντων δὲ τούτων τοῦτο , μετὰ ταῦτα διεξήιε στρατός . ἡγέοντο δὲ πρῶτοι μὲν οἱ σκευοφόροι τε καὶ τὰ ὑποζύγια , μετὰ δὲ τούτους σύμμικτος στρατὸς παντοίων ἐθνέων ἀναμίξ , οὐ διακεκριμένοι · τῇ δὲ ὑπερημίσεες ἦσαν , ἐνθαῦτα διελέλειπτο , καὶ οὐ συνέμισγον οὗτοι βασιλέι . προηγεῦντο μὲν δὴ ἱππόται χίλιοι , ἐκ Περσέων πάντων ἀπολελεγμένοι · μετὰ δὲ αἰχμοφόροι χίλιοι καὶ οὗτοι ἐκ πάντων ἀπολελεγμένοι , τὰς λόγχας κάτω ἐς τὴν γῆν τρέψαντες · μετὰ δὲ ἱροὶ Νησαῖοι καλεόμενοι ἵπποι δέκα κεκοσμημένοι ὡς κάλλιστα . Νησαῖοι δὲ καλέονται ἵπποι ἐπὶ τοῦδε · ἔστι πεδίον μέγα τῆς Μηδικῆς τῷ οὔνομα ἐστὶ Νήσαιον · τοὺς ὦν δὴ ἵππους τοὺς μεγάλους φέρει τὸ πεδίον τοῦτο . ὄπισθε δὲ τούτων τῶν δέκα ἵππων ἅρμα Διὸς ἱρὸν ἐπετέτακτο , τὸ ἵπποι μὲν εἷλκον λευκοὶ ὀκτώ , ὄπισθε δὲ αὖ τῶν ἵππων εἵπετο πεζῇ ἡνίοχος ἐχόμενος τῶν χαλινῶν · οὐδεὶς γὰρ δὴ ἐπὶ τοῦτον τὸν θρόνον ἀνθρώπων ἐπιβαίνει . τούτου δὲ ὄπισθε αὐτὸς Ξέρξης ἐπ’ ἅρματος ἵππων Νησαίων · παραβεβήκεε δέ οἱ ἡνίοχος τῷ οὔνομα ἦν Πατιράμφης , Ὀτάνεω ἀνδρὸς Πέρσεω παῖς .