7.38 Ξέρξης δὲ πᾶν μᾶλλον δοκέων μιν χρηίσειν τὸ ἐδεήθη , ἔφη τε ὑπουργήσειν καὶ δὴ ἀγορεύειν ἐκέλευε ὅτευ δέοιτο . δὲ ἐπείτε ταῦτα ἤκουσε , ἔλεγε θαρσήσας τάδε . ʹ δέσποτα , τυγχάνουσί μοι παῖδες ἐόντες πέντε , καί σφεας καταλαμβάνει πάντας ἅμα σοὶ στρατεύεσθαι ἐπὶ τὴν Ἑλλάδα . σὺ δέ , βασιλεῦ , ἐμὲ ἐς τόδε ἡλικίης ἥκοντα οἰκτείρας τῶν μοι παίδων ἕνα παράλυσον τῆς στρατηίης τὸν πρεσβύτατον , ἵνα αὐτοῦ τε ἐμεῦ καὶ τῶν χρημάτων μελεδωνός · τοὺς δὲ τέσσερας ἄγευ ἅμα σεωυτῷ , καὶ πρήξας τὰ νοέεις νοστήσειας ὀπίσω . ʹ
7.39 κάρτα τε ἐθυμώθη Ξέρξης καὶ ἀμείβετο τοῖσιδε . ʹ κακὲ ἄνθρωπε , σὺ ἐτόλμησας , ἐμεῦ στρατευομένου αὐτοῦ ἐπὶ τὴν Ἑλλάδα καὶ ἄγοντος παῖδας ἐμοὺς καὶ ἀδελφεοὺς καὶ οἰκηίους καὶ φίλους , μνήσασθαι περὶ σέο παιδός , ἐὼν ἐμὸς δοῦλος , τὸν χρῆν πανοικίῃ αὐτῇ τῇ γυναικὶ συνέπεσθαι ; εὖ νυν τόδ’ ἐξεπίστασο , ὡς ἐν τοῖσι ὠσὶ τῶν ἀνθρώπων οἰκέει θυμός , ὃς χρηστὰ μὲν ἀκούσας τέρψιος ἐμπιπλεῖ τὸ σῶμα , ὑπεναντία δὲ τούτοισι ἀκούσας ἀνοιδέει . ὅτε μέν νυν χρηστὰ ποιήσας ἕτερα τοιαῦτα ἐπηγγέλλεο , εὐεργεσίῃσι βασιλέα οὐ καυχήσεαι ὑπερβαλέσθαι · ἐπείτε δὲ ἐς τὸ ἀναιδέστερον ἐτράπευ , τὴν μὲν ἀξίην οὐ λάμψεαι , ἐλάσσω δὲ τῆς ἀξίης . σὲ μὲν γὰρ καὶ τοὺς τέσσερας τῶν παίδων ῥύεται τὰ ξείνια · τοῦ δὲ ἑνός , τοῦ περιέχεαι μάλιστα , τῇ ψυχῇ ζημιώσεαι . ʹ