7.36 ποιήσαντες δὲ ταῦτα ὕλην ἐπεφόρησαν , κόσμῳ δὲ θέντες καὶ τὴν ὕλην γῆν ἐπεφόρησαν , κατανάξαντες δὲ καὶ τὴν γῆν φραγμὸν παρείρυσαν ἔνθεν καὶ ἔνθεν , ἵνα μὴ φοβέηται τὰ ὑποζύγια τὴν θάλασσαν ὑπερορῶντα καὶ οἱ ἵπποι .
7.37 ὡς δὲ τά τε τῶν γεφυρέων κατεσκεύαστο καὶ τὰ περὶ τὸν Ἄθων , οἵ τε χυτοὶ περὶ τὰ στόματα τῆς διώρυχος , οἳ τῆς ῥηχίης εἵνεκεν ἐποιήθησαν , ἵνα μὴ πίμπληται τὰ στόματα τοῦ ὀρύγματος , καὶ αὐτὴ διῶρυξ παντελέως πεποιημένη ἀγγέλλετο , ἐνθαῦτα χειμερίσας ἅμα τῶ ἔαρι παρεσκευασμένος στρατὸς ἐκ τῶν Σαρδίων ὁρμᾶτο ἐλῶν ἐς Ἄβυδον · ὁρμημένῳ δέ οἱ ἥλιος ἐκλιπὼν τὴν ἐκ τοῦ οὐρανοῦ ἕδρην ἀφανὴς ἦν οὔτ’ ἐπινεφέλων ἐόντων αἰθρίης τε τὰ μάλιστα , ἀντὶ ἡμέρης τε νὺξ ἐγένετο . ἰδόντι δὲ καὶ μαθόντι τοῦτο τῷ Ξέρξῃ ἐπιμελὲς ἐγένετο , καὶ εἴρετο τοὺς Μάγους τὸ θέλει προφαίνειν τὸ φάσμα . οἱ δὲ ἔφραζον ὡς Ἕλλησι προδεικνύει θεὸς ἔκλειψιν τῶν πολίων , λέγοντες ἥλιον εἶναι Ἑλλήνων προδέκτορα , σελήνην δὲ σφέων . ταῦτα πυθόμενος Ξέρξης περιχαρὴς ἐὼν ἐποιέετο τὴν ἔλασιν .
7.38 ὡς δ’ ἐξήλαυνε τὴν στρατιήν , Πύθιος Λυδὸς καταρρωδήσας τὸ ἐκ τοῦ οὐρανοῦ φάσμα ἐπαερθείς τε τοῖσι δωρήμασι , ἐλθὼν παρὰ Ξέρξην ἔλεγε τάδε . ʹ δέσποτα , χρηίσας ἄν τι σεῦ βουλοίμην τυχεῖν , τὸ σοὶ μὲν ἐλαφρὸν τυγχάνει ἐὸν ὑπουργῆσαι , ἐμοὶ δὲ μέγα γενόμενον . ʹ