7.35 τήν τε δὴ θάλασσαν ἐνετέλλετο τούτοισι ζημιοῦν καὶ τῶν ἐπεστεώτων τῇ ζεύξι τοῦ Ἑλλησπόντου ἀποταμεῖν τὰς κεφαλάς .
7.36 καὶ οἳ μὲν ταῦτα ἐποίεον , τοῖσι προσέκειτο αὕτη ἄχαρις τιμή , τὰς δὲ ἄλλοι ἀρχιτέκτονες ἐζεύγνυσαν . ἐζεύγνυσαν δὲ ὧδε , πεντηκοντέρους καὶ τριήρεας συνθέντες , ὑπὸ μὲν τὴν πρὸς τοῦ Εὐξείνου πόντου ἑξήκοντά τε καὶ τριηκοσίας , ὑπὸ δὲ τὴν ἑτέρην τεσσερεσκαίδεκα καὶ τριηκοσίας , τοῦ μὲν Πόντου ἐπικαρσίας τοῦ δὲ Ἑλλησπόντου κατὰ ῥόον , ἵνα ἀνακωχεύῃ τὸν τόνον τῶν ὅπλων · συνθέντες δὲ ἀγκύρας κατῆκαν περιμήκεας , τὰς μὲν πρὸς τοῦ Πόντου τῆς ἑτέρης τῶν ἀνέμων εἵνεκεν τῶν ἔσωθεν ἐκπνεόντων , τῆς δὲ ἑτέρης πρὸς ἑσπέρης τε καὶ τοῦ Αἰγαίου ζεφύρου τε καὶ νότου εἵνεκα . διέκπλοον δὲ ὑπόφαυσιν κατέλιπον τῶν πεντηκοντέρων καὶ τριηρέων , ἵνα καὶ ἐς τὸν Πόντον ἔχῃ βουλόμενος πλέειν πλοίοισι λεπτοῖσι καὶ ἐκ τοῦ Πόντου ἔξω . ταῦτα δὲ ποιήσαντες κατέτεινον ἐκ γῆς στρεβλοῦντες ὄνοισι ξυλίνοισι τὰ ὅπλα , οὐκέτι χωρὶς ἑκάτερα τάξαντες , ἀλλὰ δύο μὲν λευκολίνου δασάμενοι ἐς ἑκατέρην , τέσσερα δὲ τῶν βυβλίνων . παχύτης μὲν ἦν αὐτὴ καὶ καλλονή , κατὰ λόγον δὲ ἐμβριθέστερα ἦν τὰ λίνεα , τοῦ τάλαντον πῆχυς εἷλκε . ἐπειδὴ δὲ ἐγεφυρώθη πόρος , κορμοὺς ξύλων καταπρίσαντες καὶ ποιήσαντες ἴσους τῆς σχεδίης τῷ εὔρεϊ κόσμῳ ἐτίθεσαν κατύπερθε τῶν ὅπλων τοῦ τόνου , θέντες δὲ ἐπεξῆς ἐνθαῦτα αὖτις ἐπεζεύγνυον ·