7.33 μετὰ δὲ ταῦτα παρεσκευάζετο ὡς ἐλῶν ἐς Ἄβυδον . οἳ δὲ ἐν τούτῳ τὸν Ἑλλήσποντον ἐζεύγνυσαν ἐκ τῆς Ἀσίης ἐς τὴν Εὐρώπην . ἔστι δὲ τῆς Χερσονήσου τῆς ἐν Ἑλλησπόντῳ , Σηστοῦ τε πόλιος μεταξὺ καὶ Μαδύτου , ἀκτὴ παχέα ἐς θάλασσαν κατήκουσα Ἀβύδῳ καταντίον · ἔνθα μετὰ ταῦτα , χρόνῳ ὕστερον οὐ πολλῷ , ἐπὶ Ξανθίππου τοῦ Ἀρίφρονος στρατηγοῦ Ἀθηναῖοι Ἀρταΰκτην ἄνδρα Πέρσην λαβόντες Σηστοῦ ὕπαρχον ζῶντα πρὸς σανίδα διεπασσάλευσαν , ὃς καὶ ἐς τοῦ Πρωτεσίλεω τὸ ἱρὸν ἐς Ἐλαιοῦντα ἀγινεόμενος γυναῖκας ἀθέμιστα ἔρδεσκε .
7.34 ἐς ταύτην ὦν τὴν ἀκτὴν ἐξ Ἀβύδου ὁρμώμενοι ἐγεφύρουν τοῖσι προσέκειτο , τὴν μὲν λευκολίνου Φοίνικες , τὴν δ’ ἑτέρην τὴν βυβλίνην Αἰγύπτιοι . ἔστι δὲ ἑπτὰ στάδιοι ἐξ Ἀβύδου ἐς τὴν ἀπαντίον . καὶ δὴ ἐζευγμένου τοῦ πόρου ἐπιγενόμενος χειμὼν μέγας συνέκοψέ τε ἐκεῖνα πάντα καὶ διέλυσε .
7.35 ὡς δ’ ἐπύθετο Ξέρξης , δεινὰ ποιεύμενος τὸν Ἑλλήσποντον ἐκέλευσε τριηκοσίας ἐπικέσθαι μάστιγι πληγὰς καὶ κατεῖναι ἐς τὸ πέλαγος πεδέων ζεῦγος . ἤδη δὲ ἤκουσα ὡς καὶ στιγέας ἅμα τούτοισι ἀπέπεμψε στίξοντας τὸν Ἑλλήσποντον . ἐνετέλλετο δὲ ὦν ῥαπίζοντας λέγειν βάρβαρά τε καὶ ἀτάσθαλα · ʹ πικρὸν ὕδωρ , δεσπότης τοι δίκην ἐπιτιθεῖ τήνδε , ὅτι μιν ἠδίκησας οὐδὲν πρὸς ἐκείνου ἄδικον παθόν . καὶ βασιλεὺς μὲν Ξέρξης διαβήσεταί σε , ἤν τε σύ γε βούλῃ ἤν τε μή · σοὶ δὲ κατὰ δίκην ἄρα οὐδεὶς ἀνθρώπων θύει ὡς ἐόντι καὶ θολερῷ καὶ ἁλμυρῷ ποταμῷ . ʹ