7.30 ταῦτα δὲ εἴπας καὶ ἐπιτελέα ποιήσας ἐπορεύετο τὸ πρόσω αἰεὶ . Ἄναυα δὲ καλεομένην Φρυγῶν πόλιν παραμειβόμενος καὶ λίμνην ἐκ τῆς ἅλες γίνονται , ἀπίκετο ἐς Κολοσσὰς πόλιν μεγάλην Φρυγίης · ἐν τῇ Λύκος ποταμὸς ἐς χάσμα γῆς ἐσβάλλων ἀφανίζεται , ἔπειτα διὰ σταδίων ὡς πέντε μάλιστά κῃ ἀναφαινόμενος ἐκδιδοῖ καὶ οὗτος ἐς τὸν Μαίανδρον . ἐκ δὲ Κολοσσέων στρατὸς ὁρμώμενος ἐπὶ τοὺς οὔρους τῶν Φρυγῶν καὶ Λυδῶν ἀπίκετο ἐς Κύδραρα πόλιν , ἔνθα στήλη καταπεπηγυῖα , σταθεῖσα δὲ ὑπὸ Κροίσου , καταμηνύει διὰ γραμμάτων τοὺς οὔρους .
7.31 ὡς δὲ ἐκ τῆς Φρυγίης ἐσέβαλε ἐς τὴν Λυδίην , σχιζομένης τῆς ὁδοῦ καὶ τῆς μὲν ἐς ἀριστερὴν ἐπὶ Καρίης φερούσης τῆς δὲ ἐς δεξιὴν ἐς Σάρδις , τῇ καὶ πορευομένῳ διαβῆναι τὸν Μαίανδρον ποταμὸν πᾶσα ἀνάγκη γίνεται καὶ ἰέναι παρὰ Καλλάτηβον πόλιν , ἐν τῇ ἄνδρες δημιοεργοὶ μέλι ἐκ μυρίκης τε καὶ πυροῦ ποιεῦσι , ταύτην ἰὼν Ξέρξης τὴν ὁδὸν εὗρε πλατάνιστον , τὴν κάλλεος εἵνεκα δωρησάμενος κόσμῳ χρυσέῳ καὶ μελεδωνῷ ἀθανάτῳ ἀνδρὶ ἐπιτρέψας δευτέρῃ ἡμέρῃ ἀπίκετο ἐς τῶν Λυδῶν τὸ ἄστυ .
7.32 ἀπικόμενος δὲ ἐς Σάρδις πρῶτα μὲν ἀπέπεμπε κήρυκας ἐς τὴν Ἑλλάδα αἰτήσοντας γῆν τε καὶ ὕδωρ καὶ προερέοντας δεῖπνα βασιλέι παρασκευάζειν · πλὴν οὔτε ἐς Ἀθήνας οὔτε ἐς Λακεδαίμονα ἀπέπεμπε ἐπὶ γῆς αἴτησιν , τῇ δὲ ἄλλῃ πάντῃ . τῶνδε δὲ εἵνεκα τὸ δεύτερον ἀπέπεμπε ἐπὶ γῆν τε καὶ ὕδωρ · ὅσοι πρότερον οὐκ ἔδοσαν Δαρείῳ πέμψαντι , τούτους πάγχυ ἐδόκεε τότε δείσαντας δώσειν · βουλόμενος ὦν αὐτὸ τοῦτο ἐκμαθεῖν ἀκριβέως ἔπεμπε .