7.23 οἱ δὲ Φοίνικες σοφίην ἔν τε τοῖσι ἄλλοισι ἔργοισι ἀποδείκνυνται καὶ δὴ καὶ ἐν ἐκείνῳ . ἀπολαχόντες γὰρ μόριον ὅσον αὐτοῖσι ἐπέβαλλε , ὤρυσσον τὸ μὲν ἄνω στόμα τῆς διώρυχος ποιεῦντες διπλήσιον ὅσον ἔδεε αὐτὴν τὴν διώρυχα γενέσθαι , προβαίνοντος δὲ τοῦ ἔργου συνῆγον αἰεί · κάτω τε δὴ ἐγίνετο καὶ ἐξισοῦτο τοῖσι ἄλλοισι τὸ ἔργον . ἐνθαῦτα λειμών ἐστι , ἵνα σφι ἀγορή τε ἐγίνετο καὶ πρητήριον · σῖτος δέ σφι πολλὸς ἐφοίτα ἐκ τῆς Ἀσίης ἀληλεσμένος .
7.24 ὡς μὲν ἐμὲ συμβαλλόμενον εὑρίσκειν , μεγαλοφροσύνης εἵνεκεν αὐτὸ Ξέρξης ὀρύσσειν ἐκέλευε , ἐθέλων τε δύναμιν ἀποδείκνυσθαι καὶ μνημόσυνα λιπέσθαι · παρεὸν γὰρ μηδένα πόνον λαβόντας τὸν ἰσθμὸν τὰς νέας διειρύσαι , ὀρύσσειν ἐκέλευε διώρυχα τῇ θαλάσσῃ εὖρος ὡς δύο τριήρεας πλέειν ὁμοῦ ἐλαστρεομένας . τοῖσι δὲ αὐτοῖσι τούτοισι , τοῖσί περ καὶ τὸ ὄρυγμα , προσετέτακτο καὶ τὸν Στρυμόνα ποταμὸν ζεύξαντας γεφυρῶσαι .
7.25 ταῦτα μέν νυν οὕτω ἐποίεε , παρεσκευάζετο δὲ καὶ ὅπλα ἐς τὰς γεφύρας βύβλινά τε καὶ λευκολίνου , ἐπιτάξας Φοίνιξί τε καὶ Αἰγυπτίοισι , καὶ σιτία τῇ στρατιῇ καταβάλλειν , ἵνα μὴ λιμήνειε στρατιὴ μηδὲ τὰ ὑποζύγια ἐλαυνόμενα ἐπὶ τὴν Ἑλλάδα · ἀναπυθόμενος δὲ τοὺς χώρους καταβάλλειν ἐκέλευε ἵνα ἐπιτηδεότατον εἴη , ἄλλα ἄλλῃ ἀγινέοντας ὁλκάσι τε καὶ πορθμηίοισι ἐκ τῆς Ἀσίης πανταχόθεν . τὸν δὲ ὦν πλεῖστον ἐς Λευκὴν ἀκτὴν καλεομένην τῆς Θρηίκης ἀγίνεον , οἳ δὲ ἐς Τυρόδιζαν τὴν Περινθίων , οἳ δὲ ἐς Δορίσκον , οἳ δὲ ἐς Ἠιόνα τὴν ἐπὶ Στρυμόνι , οἳ δὲ ἐς Μακεδονίην διατεταγμένοι .