7.22 Βουβάρης δὲ Μεγαβάζου καὶ Ἀρταχαίης Ἀρταίου ἄνδρες Πέρσαι ἐπέστασαν τοῦ ἔργου . γὰρ Ἄθως ἐστὶ ὄρος μέγα τε καὶ ὀνομαστόν , ἐς θάλασσαν κατῆκον , οἰκημένον ὑπὸ ἀνθρώπων . τῇ δὲ τελευτᾷ ἐς τὴν ἤπειρον τὸ ὄρος , χερσονησοειδές τε ἐστὶ καὶ ἰσθμὸς ὡς δυώδεκα σταδίων · πεδίον δὲ τοῦτο καὶ κολωνοὶ οὐ μεγάλοι ἐκ θαλάσσης τῆς Ἀκανθίων ἐπὶ θάλασσαν τὴν ἀντίον Τορώνης . ἐν δὲ τῷ ἰσθμῷ τούτῳ , ἐς τὸν τελευτᾷ Ἄθως , Σάνη πόλις Ἑλλὰς οἴκηται , αἳ δὲ ἐκτὸς Σάνης , ἔσω δὲ τοῦ Ἄθω οἰκημέναι , τὰς τότε Πέρσης νησιώτιδας ἀντὶ ἠπειρωτίδων ὅρμητο ποιέειν · εἰσὶ δὲ αἵδε , Δῖον Ὀλόφυξος Ἀκρόθῳον Θύσσος Κλεωναί .
7.23 πόλιες μὲν αὗται αἳ τὸν Ἄθων νέμονται , ὤρυσσον δὲ ὧδε δασάμενοι τὸν χῶρον οἱ βάρβαροι κατὰ ἔθνεα · κατὰ Σάνην πόλιν σχοινοτενὲς ποιησάμενοι , ἐπείτε ἐγίνετο βαθέα διῶρυξ , οἳ μὲν κατώτατα ἑστεῶτες ὤρυσσον , ἕτεροι δὲ παρεδίδοσαν τὸν αἰεὶ ἐξορυσσόμενον χοῦν ἄλλοισι κατύπερθε ἑστεῶσι ἐπὶ βάθρων , οἳ δ’ αὖ ἐκδεκόμενοι ἑτέροισι , ἕως ἀπίκοντο ἐς τοὺς ἀνωτάτω · οὗτοι δὲ ἐξεφόρεόν τε καὶ ἐξέβαλλον . τοῖσι μέν νυν ἄλλοισι πλὴν Φοινίκων καταρρηγνύμενοι οἱ κρημνοὶ τοῦ ὀρύγματος πόνον διπλήσιον παρεῖχον · ἅτε γὰρ τοῦ τε ἄνω στόματος καὶ τοῦ κάτω τὰ αὐτὰ μέτρα ποιευμένων , ἔμελλέ σφι τοιοῦτο ἀποβήσεσθαι .