7.26 ἐν δὲ οὗτοι τὸν προκείμενον πόνον ἐργάζοντο , ἐν τούτῳ πεζὸς ἅπας συλλελεγμένος ἅμα Ξέρξῃ ἐπορεύετο ἐς Σάρδις , ἐκ ἐκ Κριτάλλων ὁρμηθεὶς τῶν ἐν Καππαδοκίῃ · ἐνθαῦτα γὰρ εἴρητο συλλέγεσθαι πάντα τὸν κατ’ ἤπειρον μέλλοντα ἅμα αὐτῷ Ξέρξῃ πορεύεσθαι στρατόν . ὃς μέν νυν τῶν ὑπάρχων στρατὸν κάλλιστα ἐσταλμένον ἀγαγὼν τὰ προκείμενα παρὰ βασιλέος ἔλαβε δῶρα , οὐκ ἔχω φράσαι · οὐδὲ γὰρ ἀρχὴν ἐς κρίσιν τούτου πέρι ἐλθόντας οἶδα . οἳ δὲ ἐπείτε διαβάντες τὸν Ἅλυν ποταμὸν ὡμίλησαν τῇ Φρυγίῃ , δι’ αὐτῆς πορευόμενοι ἀπίκοντο ἐς Κελαινάς , ἵνα πηγαὶ ἀναδιδοῦσι Μαιάνδρου ποταμοῦ καὶ ἑτέρου οὐκ ἐλάσσονος Μαιάνδρου , τῷ οὔνομα τυγχάνει ἐὸν Καταρρήκτης , ὃς ἐξ αὐτῆς τῆς ἀγορῆς τῆς Κελαινέων ἀνατέλλων ἐς τὸν Μαίανδρον ἐκδιδοῖ · ἐν τῇ καὶ τοῦ Σιληνοῦ Μαρσύεω ἀσκὸς ἀνακρέμαται , τὸν ὑπὸ Φρυγῶν λόγος ἔχει ὑπὸ Ἀπόλλωνος ἐκδαρέντα ἀνακρεμασθῆναι .
7.27 ἐν ταύτῃ τῇ πόλι ὑποκατήμενος Πύθιος Ἄτους ἀνὴρ Λυδὸς ἐξείνισε τὴν βασιλέος στρατιὴν πᾶσαν ξεινίοισι μεγίστοισι καὶ αὐτὸν Ξέρξην , χρήματά τε ἐπαγγέλλετο βουλόμενος ἐς τὸν πόλεμον παρέχειν . ἐπαγγελλομένου δὲ χρήματα Πυθίου , εἴρετο Ξέρξης Περσέων τοὺς παρεόντας τίς τε ἐὼν ἀνδρῶν Πύθιος καὶ κόσα χρήματα ἐκτημένος ἐπαγγέλλοιτο ταῦτα . οἳ δὲ εἶπαν ʹ βασιλεῦ , οὗτος ἐστὶ ὅς τοι τὸν πατέρα Δαρεῖον ἐδωρήσατο τῇ πλατανίστῳ τῇ χρυσέῃ καὶ τῇ ἀμπέλῳ · ὃς καὶ νῦν ἐστι πρῶτος ἀνθρώπων πλούτῳ τῶν ἡμεῖς ἴδμεν μετὰ σέ . ʹ