7.20 στόλων γὰρ τῶν ἡμεῖς ἴδμεν πολλῷ δὴ μέγιστος οὗτος ἐγένετο , ὥστε μήτε τὸν Δαρείου τὸν ἐπὶ Σκύθας παρὰ τοῦτον μηδένα φαίνεσθαι , μήτε τὸν Σκυθικόν , ὅτε Σκύθαι Κιμμερίους διώκοντες ἐς τὴν Μηδικὴν χώρην ἐσβαλόντες σχεδὸν πάντα τὰ ἄνω τῆς Ἀσίης καταστρεψάμενοι ἐνέμοντο , τῶν εἵνεκεν ὕστερον Δαρεῖος ἐτιμωρέετο , μήτε κατὰ τὰ λεγόμενα τὸν Ἀτρειδέων ἐς Ἴλιον , μήτε τὸν Μυσῶν τε καὶ Τευκρῶν τὸν πρὸ τῶν Τρωικῶν γενόμενον , οἳ διαβάντες ἐς τὴν Εὐρώπην κατὰ Βόσπορον τούς τε Θρήικας κατεστρέψαντο πάντας καὶ ἐπὶ τὸν Ἰόνιον πόντον κατέβησαν , μέχρι τε Πηνειοῦ ποταμοῦ τὸ πρὸς μεσαμβρίης ἤλασαν .
7.21 αὗται αἱ πᾶσαι οὐδ’ εἰ ἕτεραι πρὸς ταύτῃσι προσγενόμεναι στρατηλασίαι μιῆς τῆσδε οὐκ ἄξιαι . τί γὰρ οὐκ ἤγαγε ἐκ τῆς Ἀσίης ἔθνος ἐπὶ τὴν Ἑλλάδα Ξέρξης ; κοῖον δὲ πινόμενόν μιν ὕδωρ οὐκ ἐπέλιπε , πλὴν τῶν μεγάλων ποταμῶν ; οἳ μὲν γὰρ νέας παρείχοντο , οἳ δὲ ἐς πεζὸν ἐτετάχατο , τοῖσι δὲ ἵππος προσετέτακτο , τοῖσι δὲ ἱππαγωγὰ πλοῖα ἅμα στρατευομένοισι , τοῖσι δὲ ἐς τὰς γεφύρας μακρὰς νέας παρέχειν , τοῖσι δὲ σῖτά τε καὶ νέας .
7.22 καὶ τοῦτο μέν , ὡς προσπταισάντων τῶν πρώτων περιπλεόντων περὶ τὸν Ἄθων προετοιμάζετο ἐκ τριῶν ἐτέων κου μάλιστα τὰ ἐς τὸν Ἄθων . ἐν γὰρ Ἐλαιοῦντι τῆς Χερσονήσου ὅρμεον τριήρεες · ἐνθεῦτεν δὲ ὁρμώμενοι ὤρυσσον ὑπὸ μαστίγων παντοδαποὶ τῆς στρατιῆς , διάδοχοι δ’ ἐφοίτεον · ὤρυσσον δὲ καὶ οἱ περὶ τὸν Ἄθων κατοικημένοι .