7.18 ἐπιστάμενος ταῦτα γνώμην εἶχον ἀτρεμίζοντά σε μακαριστὸν εἶναι πρὸς πάντων ἀνθρώπων . ἐπεὶ δὲ δαιμονίη τις γίνεται ὁρμή , καὶ Ἕλληνας , ὡς οἶκε , καταλαμβάνει τις φθορὴ θεήλατος , ἐγὼ μὲν καὶ αὐτὸς τρέπομαι καὶ τὴν γνώμην μετατίθεμαι , σὺ δὲ σήμηνον μὲν Πέρσῃσι τὰ ἐκ τοῦ θεοῦ πεμπόμενα , χρᾶσθαι δὲ κέλευε τοῖσι ἐκ σέο πρώτοισι προειρημένοισι ἐς τὴν παρασκευήν , ποίεε δὲ οὕτω ὅκως τοῦ θεοῦ παραδιδόντος τῶν σῶν ἐνδεήσει μηδέν . ʹ τούτων δὲ λεχθέντων , ἐνθαῦτα ἐπαερθέντες τῇ ὄψι , ὡς ἡμέρη ἐγένετο τάχιστα , Ξέρξης τε ὑπερετίθετο ταῦτα Πέρσῃσι , καὶ Ἀρτάβανος , ὃς πρότερον ἀποσπεύδων μοῦνος ἐφαίνετο , τότε ἐπισπεύδων φανερὸς ἦν .
7.19 ὁρμημένῳ δὲ Ξέρξῃ στρατηλατέειν μετὰ ταῦτα τρίτη ὄψις ἐν τῷ ὕπνῳ ἐγένετο , τὴν οἱ Μάγοι ἔκριναν ἀκούσαντες φέρειν τε ἐπὶ πᾶσαν γῆν δουλεύσειν τέ οἱ πάντας ἀνθρώπους . δὲ ὄψις ἦν ἥδε · ἐδόκεε Ξέρξης ἐστεφανῶσθαι ἐλαίης θαλλῷ , ἀπὸ δὲ τῆς ἐλαίης τοὺς κλάδους γῆν πᾶσαν ἐπισχεῖν , μετὰ δὲ ἀφανισθῆναι περὶ τῇ κεφαλῇ κείμενον τὸν στέφανον . κρινάντων δὲ ταῦτα τῶν Μάγων , Περσέων τε τῶν συλλεχθέντων αὐτίκα πᾶς ἀνὴρ ἐς τὴν ἀρχὴν ἑωυτοῦ ἀπελάσας εἶχε προθυμίην πᾶσαν ἐπὶ τοῖσι εἰρημένοισι , θέλων αὐτὸς ἕκαστος τὰ προκείμενα δῶρα λαβεῖν , καὶ Ξέρξης τοῦ στρατοῦ οὕτω ἐπάγερσιν ποιέεται , χῶρον πάντα ἐρευνῶν τῆς ἠπείρου .
7.20 ἀπὸ γὰρ Αἰγύπτου ἁλώσιος ἐπὶ μὲν τέσσερα ἔτεα πλήρεα παραρτέετο στρατιήν τε καὶ τὰ πρόσφορα τῇ στρατιῇ , πέμπτῳ δὲ ἔτεϊ ἀνομένῳ ἐστρατηλάτεε χειρὶ μεγάλῃ πλήθεος .