7.16C εἰ δέ τοι οὕτω δεδόκηται γίνεσθαι καὶ οὐκ οἶά τε αὐτὸ παρατρέψαι , ἀλλ’ ἤδη δεῖ ἐμὲ ἐν κοίτῃ σῇ κατυπνῶσαι , φέρε , τούτων ἐξ ἐμεῦ ἐπιτελευμένων φανήτω καὶ ἐμοί . μέχρι δὲ τούτου τῇ παρεούσῃ γνώμῃ χρήσομαι . ʹ
7.17 τοσαῦτα εἴπας Ἀρτάβανος , ἐλπίζων Ξέρξην ἀποδέξειν λέγοντα οὐδέν , ἐποίεε τὸ κελευόμενον . ἐνδὺς δὲ τὴν Ξέρξεω ἐσθῆτα καὶ ἱζόμενος ἐς τὸν βασιλήιον θρόνον ὡς μετὰ ταῦτα κοῖτον ἐποιέετο , ἦλθέ οἱ κατυπνωμένῳ τὠυτὸ ὄνειρον τὸ καὶ παρὰ Ξέρξην ἐφοίτα , ὑπερστὰν δὲ τοῦ Ἀρταβάνου εἶπε · ʹ ἆρα σὺ δὴ κεῖνος εἶς ἀποσπεύδων Ξέρξην στρατεύεσθαι ἐπὶ τὴν Ἑλλάδα ὡς δὴ κηδόμενος αὐτοῦ ; ἀλλ’ οὔτε ἐς τὸ μετέπειτα οὔτε ἐς τὸ παραυτίκα νῦν καταπροΐξεαι ἀποτρέπων τὸ χρεὸν γενέσθαι . Ξέρξην δὲ τὰ δεῖ ἀνηκουστέοντα παθεῖν , αὐτῷ ἐκείνῳ δεδήλωται . ʹ
7.18 ταῦτά τε ἐδόκεε Ἀρτάβανος τὸ ὄνειρον ἀπειλέειν καὶ θερμοῖσι σιδηρίοισι ἐκκαίειν αὐτοῦ μέλλειν τοὺς ὀφθαλμούς . καὶ ὃς ἀμβώσας μέγα ἀναθρώσκει , καὶ παριζόμενος Ξέρξῃ , ὡς τὴν ὄψιν οἱ τοῦ ἐνυπνίου διεξῆλθε ἀπηγεόμενος , δεύτερά οἱ λέγει τάδε . ʹ ἐγὼ μέν , βασιλεῦ , οἶα ἄνθρωπος ἰδὼν ἤδη πολλά τε καὶ μεγάλα πεσόντα πρήγματα ὑπὸ ἡσσόνων , οὐκ ἔων σε τὰ πάντα τῇ ἡλικίῃ εἴκειν , ἐπιστάμενος ὡς κακὸν εἴη τὸ πολλῶν ἐπιθυμέειν , μεμνημένος μὲν τὸν ἐπὶ Μασσαγέτας Κύρου στόλον ὡς ἔπρηξε , μεμνημένος δὲ καὶ τὸν ἐπ’ Αἰθίοπας τὸν Καμβύσεω , συστρατευόμενος δὲ καὶ Δαρείῳ ἐπὶ Σκύθας .