7.16B ἀλλ’ οὐδὲ ταῦτα ἐστι , παῖ , θεῖα . ἐνύπνια γὰρ τὰ ἐς ἀνθρώπους πεπλανημένα τοιαῦτα ἐστὶ οἷά σε ἐγὼ διδάξω , ἔτεσι σεῦ πολλοῖσι πρεσβύτερος ἐών · πεπλανῆσθαι αὗται μάλιστα ἐώθασι αἱ ὄψιες τῶν ὀνειράτων , τά τις ἡμέρης φροντίζει . ἡμεῖς δὲ τὰς πρὸ τοῦ ἡμέρας ταύτην τὴν στρατηλασίην καὶ τὸ κάρτα εἴχομεν μετὰ χεῖρας . ʹ
7.16C ʹ εἰ δὲ ἄρα μή ἐστι τοῦτο τοιοῦτο οἷον ἐγὼ διαιρέω , ἀλλά τι τοῦ θείου μετέχον , σὺ πᾶν αὐτὸ συλλαβὼν εἴρηκας · φανήτω γὰρ δὴ καὶ ἐμοὶ ὡς καὶ σοὶ διακελευόμενον . φανῆναι δὲ οὐδὲν μᾶλλόν μοι ὀφείλει ἔχοντι τὴν ἐσθῆτα οὐ καὶ τὴν ἐμήν , οὐδέ τι μᾶλλον ἐν κοίτῃ τῇ σῇ ἀναπαυομένῳ οὐ καὶ ἐν τῇ ἐμῇ , εἴ πέρ γε καὶ ἄλλως ἐθέλει φανῆναι . οὐ γὰρ δὴ ἐς τοσοῦτό γε εὐηθείης ἀνήκει τοῦτο , τι δή κοτε ἐστί , τὸ ἐπιφαινόμενόν τοι ἐν τῷ ὕπνῳ , ὥστε δόξει ἐμὲ ὁρῶν σὲ εἶναι , τῇ σῇ ἐσθῆτι τεκμαιρόμενον . εἰ δὲ ἐμὲ μὲν ἐν οὐδενὶ λόγῳ ποιήσεται οὐδὲ ἀξιώσει ἐπιφανῆναι , οὔτε ἢν τὴν ἐμὴν ἐσθῆτα ἔχω οὔτε ἢν τὴν σήν , οὐδὲ ἐπιφοιτήσει , τοῦτο ἤδη μαθητέον ἔσται . εἰ γὰρ δὴ ἐπιφοιτήσει γε συνεχέως , φαίην ἂν καὶ αὐτὸς θεῖον εἶναι .