7.15 εἰ ὦν θεός ἐστι ἐπιπέμπων καί οἱ πάντως ἐν ἡδονῇ ἐστι γενέσθαι στρατηλασίην ἐπὶ Ἑλλάδα , ἐπιπτήσεται καὶ σοὶ τὠυτὸ τοῦτο ὄνειρον , ὁμοίως καὶ ἐμοὶ ἐντελλόμενον . εὑρίσκω δὲ ὧδ’ ἂν γινόμενα ταῦτα , εἰ λάβοις τὴν ἐμὴν σκευὴν πᾶσαν καὶ ἐνδὺς μετὰ τοῦτο ἵζοιο ἐς τὸν ἐμὸν θρόνον , καὶ ἔπειτα ἐν κοίτῃ τῇ ἐμῇ κατυπνώσειας . ʹ
7.16 Ξέρξης μὲν ταῦτά οἱ ἔλεγε · Ἀρτάβανος δὲ οὐ πρώτῳ κελεύσματι πειθόμενος , οἷα οὐκ ἀξιεύμενος ἐς τὸν βασιλήιον θρόνον ἵζεσθαι , τέλος ὡς ἠναγκάζετο εἴπας τάδε ἐποίεε τὸ κελευόμενον .
7.16A ʹ ἴσον ἐκεῖνο βασιλεῦ παρ’ ἐμοὶ κέκριται , φρονέειν τε εὖ καὶ τῷ λέγοντι χρηστὰ ἐθέλειν πείθεσθαι · τά σε καὶ ἀμφότερα περιήκοντα ἀνθρώπων κακῶν ὁμιλίαι σφάλλουσι , κατά περ τὴν πάντων χρησιμωτάτην ἀνθρώποισι θάλασσαν πνεύματα φασὶ ἀνέμων ἐμπίπτοντα οὐ περιορᾶν φύσι τῇ ἑωυτῆς χρᾶσθαι . ἐμὲ δὲ ἀκούσαντα πρὸς σεῦ κακῶς οὐ τοσοῦτο ἔδακε λύπη ὅσον γνωμέων δύο προκειμενέων Πέρσῃσι , τῆς μὲν ὕβριν αὐξανούσης , τῆς δὲ καταπαυούσης καὶ λεγούσης ὡς κακὸν εἴη διδάσκειν τὴν ψυχὴν πλέον τι δίζησθαι αἰεὶ ἔχειν τοῦ παρεόντος , τοιουτέων προκειμενέων γνωμέων ὅτι τὴν σφαλερωτέρην σεωυτῷ τε καὶ Πέρσῃσι ἀναιρέο . ʹ
7.16B ʹ νῦν ὦν , ἐπειδὴ τέτραψαι ἐπὶ τὴν ἀμείνω , φῄς τοι μετιέντι τὸν ἐπ’ Ἕλληνας στόλον ἐπιφοιτᾶν ὄνειρον θεοῦ τινος πομπῇ , οὐκ ἐῶντά σε καταλύειν τὸν στόλον .