7.13 ʹ ἄνδρες Πέρσαι , συγγνώμην μοι ἔχετε ὅτι ἀγχίστροφα βουλεύομαι · φρενῶν τε γὰρ ἐς τὰ ἐμεωυτοῦ πρῶτα οὔκω ἀνήκω , καὶ οἱ παρηγορεόμενοι ἐκεῖνα ποιέειν οὐδένα χρόνον μευ ἀπέχονται . ἀκούσαντι μέντοι μοι τῆς Ἀρταβάνου γνώμης παραυτίκα μὲν νεότης ἐπέζεσε , ὥστε ἀεικέστερα ἀπορρῖψαι ἔπεα ἐς ἄνδρα πρεσβύτερον χρεόν · νῦν μέντοι συγγνοὺς χρήσομαι τῇ ἐκείνου γνώμῃ . ὡς ὦν μεταδεδογμένον μοι μὴ στρατεύεσθαι ἐπὶ τὴν Ἑλλάδα , ἥσυχοι ἔστε . ʹ
7.14 Πέρσαι μὲν ὡς ἤκουσαν ταῦτα , κεχαρηκότες προσεκύνεον . νυκτὸς δὲ γενομένης αὖτις τὠυτὸ ὄνειρον τῷ Ξέρξῃ κατυπνωμένῳ ἔλεγε ἐπιστάν ʹ παῖ Δαρείου , καὶ δὴ φαίνεαι ἐν Πέρσῃσί τε ἀπειπάμενος τὴν στρατηλασίην καὶ τὰ ἐμὰ ἔπεα ἐν οὐδενὶ ποιησάμενος λόγῳ ὡς παρ’ οὐδενὸς ἀκούσας ; εὖ νυν τόδ’ ἴσθι · ἤν περ μὴ αὐτίκα στρατηλατέῃς , τάδε τοι ἐξ αὐτῶν ἀνασχήσει · ὡς καὶ μέγας καὶ πολλὸς ἐγένεο ἐν ὀλίγῳ χρόνῳ , οὕτω καὶ ταπεινὸς ὀπίσω κατὰ τάχος ἔσεαι . ʹ
7.15 Ξέρξης μὲν περιδεὴς γενόμενος τῇ ὄψι ἀνά τε ἔδραμε ἐκ τῆς κοίτης καὶ πέμπει ἄγγελον ἐπὶ Ἀρτάβανον καλέοντα · ἀπικομένῳ δέ οἱ ἔλεγε Ξέρξης τάδε . ʹ Ἀρτάβανε , ἐγὼ τὸ παραυτίκα μὲν οὐκ ἐσωφρόνεον εἴπας ἐς σὲ μάταια ἔπεα χρηστῆς εἵνεκα συμβουλίης · μετὰ μέντοι οὐ πολλὸν χρόνον μετέγνων , ἔγνων δὲ ταῦτα μοι ποιητέα ἐόντα τὰ σὺ ὑπεθήκαο . οὔκων δυνατός τοι εἰμὶ ταῦτα βουλόμενος ποιέειν · τετραμμένῳ γὰρ δὴ καὶ μετεγνωκότι ἐπιφοιτέον ὄνειρον φαντάζεταί μοι οὐδαμῶς συνεπαινέον ποιέειν με ταῦτα · νῦν δὲ καὶ διαπειλῆσαν οἴχεται .