7.9C ʹ σοὶ δὲ δὴ μέλλει τίς βασιλεῦ ἀντιώσεσθαι πόλεμον προφέρων , ἄγοντι καὶ πλῆθος τὸ ἐκ τῆς Ἀσίης καὶ νέας τὰς ἁπάσας ; ὡς μὲν ἐγὼ δοκέω , οὐκ ἐς τοῦτο θράσεος ἀνήκει τὰ Ἑλλήνων πρήγματα · εἰ δὲ ἄρα ἔγωγε ψευσθείην γνώμῃ καὶ ἐκεῖνοι ἐπαερθέντες ἀβουλίῃ ἔλθοιεν ἡμῖν ἐς μάχην , μάθοιεν ἂν ὡς εἰμὲν ἀνθρώπων ἄριστοι τὰ πολέμια . ἔστω δ’ ὦν μηδὲν ἀπείρητον · αὐτόματον γὰρ οὐδέν , ἀλλ’ ἀπὸ πείρης πάντα ἀνθρώποισι φιλέει γίνεσθαι . ʹ
7.10 Μαρδόνιος μὲν τοσαῦτα ἐπιλεήνας τὴν Ξέρξεω γνώμην ἐπέπαυτο · σιωπώντων δὲ τῶν ἄλλων Περσέων καὶ οὐ τολμώντων γνώμην ἀποδείκνυσθαι ἀντίην τῇ προκειμένῃ , Ἀρτάβανος Ὑστάσπεος , πάτρως ἐὼν Ξέρξῃ , τῷ δὴ καὶ πίσυνος ἐὼν ἔλεγε τάδε .
7.10A ʹ βασιλεῦ , μὴ λεχθεισέων μὲν γνωμέων ἀντιέων ἀλλήλῃσι οὐκ ἔστι τὴν ἀμείνω αἱρεόμενον ἑλέσθαι , ἀλλὰ δεῖ τῇ εἰρημένῃ χρᾶσθαι , λεχθεισέων δὲ ἔστι , ὥσπερ τὸν χρυσὸν τὸν ἀκήρατον αὐτὸν μὲν ἐπ’ ἑωυτοῦ οὐ διαγινώσκομεν , ἐπεὰν δὲ παρατρίψωμεν ἄλλῳ χρυσῷ , διαγινώσκομεν τὸν ἀμείνω . ἐγὼ δὲ καὶ πατρὶ τῷ σῷ , ἀδελφεῷ δὲ ἐμῷ Δαρείῳ ἠγόρευον μὴ στρατεύεσθαι ἐπὶ Σκύθας , ἄνδρας οὐδαμόθι γῆς ἄστυ νέμοντας . δὲ ἐλπίζων Σκύθας τοὺς νομάδας καταστρέψεσθαι ἐμοί τε οὐκ ἐπείθετο , στρατευσάμενός τε πολλοὺς καὶ ἀγαθοὺς τῆς στρατιῆς ἀποβαλὼν ἀπῆλθε .