7.9A ʹ τί δείσαντες ; κοίην πλήθεος συστροφήν ; κοίην δὲ χρημάτων δύναμιν ; τῶν ἐπιστάμεθα μὲν τὴν μάχην , ἐπιστάμεθα δὲ τὴν δύναμιν ἐοῦσαν ἀσθενέα · ἔχομεν δὲ αὐτῶν παῖδας καταστρεψάμενοι , τούτους οἳ ἐν τῇ ἡμετέρῃ κατοικημένοι Ἴωνές τε καὶ Αἰολέες καὶ Δωριέες καλέονται . ἐπειρήθην δὲ καὶ αὐτὸς ἤδη ἐπελαύνων ἐπὶ τοὺς ἄνδρας τούτους ὑπὸ πατρὸς τοῦ σοῦ κελευσθείς , καί μοι μέχρι Μακεδονίης ἐλάσαντι καὶ ὀλίγον ἀπολιπόντι ἐς αὐτὰς Ἀθήνας ἀπικέσθαι οὐδεὶς ἠντιώθη ἐς μάχην . ʹ
7.9B ʹ καίτοι γε ἐώθασι Ἕλληνες , ὡς πυνθάνομαι , ἀβουλότατα πολέμους ἵστασθαι ὑπό τε ἀγνωμοσύνης καὶ σκαιότητος . ἐπεὰν γὰρ ἀλλήλοισι πόλεμον προείπωσι , ἐξευρόντες τὸ κάλλιστον χωρίον καὶ λειότατον , ἐς τοῦτο κατιόντες μάχονται , ὥστε σὺν κακῷ μεγάλῳ οἱ νικῶντες ἀπαλλάσσονται · περὶ δὲ τῶν ἑσσουμένων οὐδὲ λέγω ἀρχήν · ἐξώλεες γὰρ δὴ γίνονται · τοὺς χρῆν ἐόντας ὁμογλώσσους κήρυξί τε διαχρεωμένους καὶ ἀγγέλοισι καταλαμβάνειν τὰς διαφορὰς καὶ παντὶ μᾶλλον μάχῃσι · εἰ δὲ πάντως ἔδεε πολεμέειν πρὸς ἀλλήλους , ἐξευρίσκειν χρῆν τῇ ἑκάτεροι εἰσὶ δυσχειρωτότατοι καὶ ταύτῃ πειρᾶν . τρόπῳ τοίνυν οὐ χρηστῷ Ἕλληνες διαχρεώμενοι , ἐμέο ἐλάσαντος μέχρι Μακεδονίης γῆς , οὐκ ἦλθον ἐς τούτου λόγον ὥστε μάχεσθαι . ʹ