7.10A σὺ δὲ βασιλεῦ μέλλεις ἐπ’ ἄνδρας στρατεύεσθαι πολλὸν ἀμείνονας Σκύθας , οἳ κατὰ θάλασσάν τε ἄριστοι καὶ κατὰ γῆν λέγονται εἶναι . τὸ δὲ αὐτοῖσι ἔνεστι δεινόν , ἐμὲ σοὶ δίκαιον ἐστὶ φράζειν . ʹ
7.10B ʹ ζεύξας φῂς τὸν Ἑλλήσποντον ἐλᾶν στρατὸν διὰ τῆς Εὐρώπης ἐς τὴν Ἑλλάδα . καὶ δὴ καὶ συνήνεικέ σε ἤτοι κατὰ γῆν καὶ κατὰ θάλασσαν ἑσσωθῆναι , καὶ κατ’ ἀμφότερα · οἱ γὰρ ἄνδρες λέγονται εἶναι ἄλκιμοι , πάρεστι δὲ καὶ σταθμώσασθαι , εἰ στρατιήν γε τοσαύτην σὺν Δάτι καὶ Ἀρταφρένεϊ ἐλθοῦσαν ἐς τὴν Ἀττικὴν χώρην μοῦνοι Ἀθηναῖοι διέφθειραν . οὔκων ἀμφοτέρῃ σφι ἐχώρησε . ἀλλ’ ἢν τῇσι νηυσὶ ἐμβάλωσι καὶ νικήσαντες ναυμαχίῃ πλέωσι ἐς τὸν Ἑλλήσποντον καὶ ἔπειτα λύσωσι τὴν γέφυραν , τοῦτο δὴ βασιλεῦ γίνεται δεινόν . ʹ
7.10C ʹ ἐγὼ δὲ οὐδεμιῇ σοφίῃ οἰκηίῃ αὐτὸς ταῦτα συμβάλλομαι , ἀλλ’ οἷον κοτὲ ἡμέας ὀλίγου ἐδέησε καταλαβεῖν πάθος , ὅτε πατὴρ σὸς ζεύξας Βόσπορον τὸν Θρηίκιον , γεφυρώσας δὲ ποταμὸν Ἴστρον διέβη ἐπὶ Σκύθας . τότε παντοῖοι ἐγένοντο Σκύθαι δεόμενοι Ἰώνων λῦσαι τὸν πόρον , τοῖσι ἐπετέτραπτο φυλακὴ τῶν γεφυρέων τοῦ Ἴστρου . καὶ τότε γε Ἱστιαῖος Μιλήτου τύραννος εἰ ἐπέσπετο τῶν ἄλλων τυράννων τῇ γνώμῃ μηδὲ ἠναντιώθη , διέργαστο ἂν τὰ Περσέων πρήγματα . καίτοι καὶ λόγῳ ἀκοῦσαι δεινόν , ἐπ’ ἀνδρί γε ἑνὶ πάντα τὰ βασιλέος πρήγματα γεγενῆσθαι . ʹ