7.8C οὐ γὰρ δὴ χώρην γε οὐδεμίαν κατόψεται ἥλιος ὅμουρον ἐοῦσαν τῇ ἡμετέρῃ , ἀλλὰ σφέας πάσας ἐγὼ ἅμα ὑμῖν χώρην θήσω , διὰ πάσης διεξελθὼν τῆς Εὐρώπης . πυνθάνομαι γὰρ ὧδε ἔχειν , οὔτε τινὰ πόλιν ἀνδρῶν οὐδεμίαν οὔτε ἔθνος οὐδὲν ἀνθρώπων ὑπολείπεσθαι , τὸ ἡμῖν οἷόν τε ἔσται ἐλθεῖν ἐς μάχην , τούτων τῶν κατέλεξα ὑπεξαραιρημένων . οὕτω οἵ τε ἡμῖν αἴτιοι ἕξουσι δούλιον ζυγὸν οἵ τε ἀναίτιοι . ʹ
7.8D ʹ ὑμεῖς δ’ ἄν μοι τάδε ποιέοντες χαρίζοισθε · ἐπεὰν ὑμῖν σημήνω τὸν χρόνον ἐς τὸν ἥκειν δεῖ , προθύμως πάντα τινὰ ὑμέων χρήσει παρεῖναι . ὃς ἂν δὲ ἔχων ἥκῃ παρεσκευασμένον στρατὸν κάλλιστα , δώσω οἱ δῶρα τὰ τιμιώτατα νομίζεται εἶναι ἐν ἡμετέρου . ποιητέα μέν νυν ταῦτα ἐστὶ οὕτω · ἵνα δὲ μὴ ἰδιοβουλεύειν ὑμῖν δοκέω , τίθημι τὸ πρῆγμα ἐς μέσον , γνώμην κελεύων ὑμέων τὸν βουλόμενον ἀποφαίνεσθαι . ʹ ταῦτα εἴπας ἐπαύετο .
7.9 μετ’ αὐτὸν δὲ Μαρδόνιος ἔλεγε ʹ δέσποτα , οὐ μοῦνον εἶς τῶν γενομένων Περσέων ἄριστος ἀλλὰ καὶ τῶν ἐσομένων , ὃς τά τε ἄλλα λέγων ἐπίκεο ἄριστα καὶ ἀληθέστατα , καὶ Ἴωνας τοὺς ἐν τῇ Εὐρώπῃ κατοικημένους οὐκ ἐάσεις καταγελάσαι ἡμῖν ἐόντας ἀναξίους . καὶ γὰρ δεινὸν ἂν εἴη πρῆγμα , εἰ Σάκας μὲν καὶ Ἰνδοὺς καὶ Αἰθίοπάς τε καὶ Ἀσσυρίους ἄλλα τε ἔθνεα πολλὰ καὶ μεγάλα ἀδικήσαντα Πέρσας οὐδέν , ἀλλὰ δύναμιν προσκτᾶσθαι βουλόμενοι , καταστρεψάμενοι δούλους ἔχομεν , Ἕλληνας δὲ ὑπάρξαντας ἀδικίης οὐ τιμωρησόμεθα · ʹ