7.8A ἐγὼ δὲ ἐπείτε παρέλαβον τὸν θρόνον τοῦτον , ἐφρόντιζον ὅκως μὴ λείψομαι τῶν πρότερον γενομένων ἐν τιμῇ τῇδε μηδὲ ἐλάσσω προσκτήσομαι δύναμιν Πέρσῃσι · φροντίζων δὲ εὑρίσκω ἅμα μὲν κῦδος τε ἡμῖν προσγινόμενον χώρην τε τῆς νῦν ἐκτήμεθα οὐκ ἐλάσσονα οὐδὲ φλαυροτέρην παμφορωτέρην τε , ἅμα δὲ τιμωρίην τε καὶ τίσιν γινομένην . διὸ ὑμέας νῦν ἐγὼ συνέλεξα , ἵνα τὸ νοέω πρήσσειν ὑπερθέωμαι ὑμῖν · ʹ
7.8B ʹ μέλλω ζεύξας τὸν Ἑλλήσποντον ἐλᾶν στρατὸν διὰ τῆς Εὐρώπης ἐπὶ τὴν Ἑλλάδα , ἵνα Ἀθηναίους τιμωρήσωμαι ὅσα δὴ πεποιήκασι Πέρσας τε καὶ πατέρα τὸν ἐμόν . ὡρᾶτε μέν νυν καὶ πατέρα τὸν ἐμὸν Δαρεῖον ἰθύοντα στρατεύεσθαι ἐπὶ τοὺς ἄνδρας τούτους . ἀλλ’ μὲν τετελεύτηκε καὶ οὐκ ἐξεγένετο αὐτῷ τιμωρήσασθαι · ἐγὼ δὲ ὑπέρ τε ἐκείνου καὶ τῶν ἄλλων Περσέων οὐ πρότερον παύσομαι πρὶν ἕλω τε καὶ πυρώσω τὰς Ἀθήνας , οἵ γε ἐμὲ καὶ πατέρα τὸν ἐμὸν ὑπῆρξαν ἄδικα ποιεῦντες . πρῶτα μὲν ἐς Σάρδις ἐλθόντες , ἅμα Ἀρισταγόρῃ τῷ Μιλησίῳ δούλῳ δὲ ἡμετέρῳ ἀπικόμενοι , ἐνέπρησαν τά τε ἄλσεα καὶ τὰ ἱρά · δεύτερα δὲ ἡμέας οἷα ἔρξαν ἐς τὴν σφετέρην ἀποβάντας , ὅτε Δᾶτίς τε καὶ Ἀρταφρένης ἐστρατήγεον , τὰ ἐπίστασθέ κου πάντες . ʹ
7.8C ʹ τούτων μὲν τοίνυν εἵνεκα ἀνάρτημαι ἐπ’ αὐτοὺς στρατεύεσθαι , ἀγαθὰ δὲ ἐν αὐτοῖσι τοσάδε ἀνευρίσκω λογιζόμενος · εἰ τούτους τε καὶ τοὺς τούτοισι πλησιοχώρους καταστρεψόμεθα , οἳ Πέλοπος τοῦ Φρυγὸς νέμονται χώρην , γῆν τὴν Περσίδα ἀποδέξομεν τῷ Διὸς αἰθέρι ὁμουρέουσαν .