7.7 ὡς δὲ ἀνεγνώσθη Ξέρξης στρατεύεσθαι ἐπὶ τὴν Ἑλλάδα , ἐνθαῦτα δευτέρῳ μὲν ἔτεϊ μετὰ τὸν θάνατον τὸν Δαρείου πρῶτα στρατηίην ποιέεται ἐπὶ τοὺς ἀπεστεῶτας . τούτους μέν νυν καταστρεψάμενος καὶ Αἴγυπτον πᾶσαν πολλὸν δουλοτέρην ποιήσας ἐπὶ Δαρείου ἦν , ἐπιτράπει Ἀχαιμένεϊ ἀδελφεῷ μὲν ἑωυτοῦ , Δαρείου δὲ παιδί . Ἀχαιμένεα μέν νυν ἐπιτροπεύοντα Αἰγύπτου χρόνῳ μετέπειτα ἐφόνευσε Ἰνάρως Ψαμμητίχου ἀνὴρ Λίβυς .
7.8 Ξέρξης δὲ μετὰ Αἰγύπτου ἅλωσιν ὡς ἔμελλε ἐς χεῖρας ἄξεσθαι τὸ στράτευμα τὸ ἐπὶ τὰς Ἀθήνας , σύλλογον ἐπίκητον Περσέων τῶν ἀρίστων ἐποιέετο , ἵνα γνώμας τε πύθηται σφέων καὶ αὐτὸς ἐν πᾶσι εἴπῃ τὰ θέλει . ὡς δὲ συνελέχθησαν , ἔλεξεν Ξέρξης τάδε .
7.8A ʹ ἄνδρες Πέρσαι , οὔτ’ αὐτὸς κατηγήσομαι νόμον τόνδε ἐν ὑμῖν τιθείς , παραδεξάμενός τε αὐτῷ χρήσομαι . ὡς γὰρ ἐγὼ πυνθάνομαι τῶν πρεσβυτέρων , οὐδαμά κω ἠτρεμίσαμεν , ἐπείτε παρελάβομεν τὴν ἡγεμονίην τήνδε παρὰ Μήδων , Κύρου κατελόντος Ἀστυάγεα · ἀλλὰ θεός τε οὕτω ἄγει καὶ αὐτοῖσι ἡμῖν πολλὰ ἐπέπουσι συμφέρεται ἐπὶ τὸ ἄμεινον . τὰ μέν νυν Κῦρός τε καὶ Καμβύσης πατήρ τε ἐμὸς Δαρεῖος κατεργάσαντο καὶ προσεκτήσαντο ἔθνεα , ἐπισταμένοισι εὖ οὐκ ἄν τις λέγοι .