7.6 τοῦτο μὲν ἀπὸ τῆς Θεσσαλίης παρὰ τῶν Ἀλευαδέων ἀπιγμένοι ἄγγελοι ἐπεκαλέοντο βασιλέα πᾶσαν προθυμίην παρεχόμενοι ἐπὶ τὴν Ἑλλάδα · οἱ δὲ Ἀλευάδαι οὗτοι ἦσαν Θεσσαλίης βασιλέες . τοῦτο δὲ Πεισιστρατιδέων οἱ ἀναβεβηκότες ἐς Σοῦσα , τῶν τε αὐτῶν λόγων ἐχόμενοι τῶν καὶ οἱ Ἀλευάδαι , καὶ δή τι πρὸς τούτοισι ἔτι πλέον προσωρέγοντό οἱ · ἔχοντες Ὀνομάκριτον ἄνδρα Ἀθηναῖον , χρησμολόγον τε καὶ διαθέτην χρησμῶν τῶν Μουσαίου , ἀναβεβήκεσαν , τὴν ἔχθρην προκαταλυσάμενοι . ἐξηλάσθη γὰρ ὑπὸ Ἱππάρχου τοῦ Πεισιστράτου Ὀνομάκριτος ἐξ Ἀθηνέων , ἐπ’ αὐτοφώρῳ ἁλοὺς ὑπὸ Λάσου τοῦ Ἑρμιονέος ἐμποιέων ἐς τὰ Μουσαίου χρησμόν , ὡς αἱ ἐπὶ Λήμνῳ ἐπικείμεναι νῆσοι ἀφανιζοίατο κατὰ τῆς θαλάσσης . διὸ ἐξήλασέ μιν Ἵππαρχος , πρότερον χρεώμενος τὰ μάλιστα . τότε δὲ συναναβὰς ὅκως ἀπίκοιτο ἐς ὄψιν τὴν βασιλέος , λεγόντων τῶν Πεισιστρατιδέων περὶ αὐτοῦ σεμνοὺς λόγους , κατέλεγε τῶν χρησμῶν · εἰ μέν τι ἐνέοι σφάλμα φέρον τῷ βαρβάρῳ , τῶν μὲν ἔλεγε οὐδέν , δὲ τὰ εὐτυχέστατα ἐκλεγόμενος ἔλεγε τόν τε Ἑλλήσποντον ὡς ζευχθῆναι χρεὸν εἴη ὑπ’ ἀνδρὸς Πέρσεω , τήν τε ἔλασιν ἐξηγεόμενος . οὗτός τε δὴ χρησμῳδέων προσεφέρετο καὶ οἵ τε Πεισιστρατίδαι καὶ οἱ Ἀλευάδαι γνώμας ἀποδεικνύμενοι .