7.5 ἀποθανόντος δὲ Δαρείου βασιληίη ἀνεχώρησε ἐς τὸν παῖδα τὸν ἐκείνου Ξέρξην . τοίνυν Ξέρξης ἐπὶ μὲν τὴν Ἑλλάδα οὐδαμῶς πρόθυμος ἦν κατ’ ἀρχὰς στρατεύεσθαι , ἐπὶ δὲ Αἴγυπτον ἐποιέετο στρατιῆς ἄγερσιν . παρεὼν δὲ καὶ δυνάμενος παρ’ αὐτῷ μέγιστον Περσέων Μαρδόνιος Γοβρύεω , ὃς ἦν Ξέρξῃ μὲν ἀνεψιὸς Δαρείου δὲ ἀδελφεῆς παῖς , τοιούτου λόγου εἴχετο , λέγων ʹ δέσποτα , οὐκ οἰκός ἐστι Ἀθηναίους ἐργασαμένους πολλὰ δὴ κακὰ Πέρσας μὴ οὐ δοῦναι δίκην τῶν ἐποίησαν . ἀλλ’ εἰ τὸ μὲν νῦν ταῦτα πρήσσοις τά περ ἐν χερσὶ ἔχεις · ἡμερώσας δὲ Αἴγυπτον τὴν ἐξυβρίσασαν στρατηλάτεε ἐπὶ τὰς Ἀθήνας , ἵνα λόγος τέ σε ἔχῃ πρὸς ἀνθρώπων ἀγαθός , καί τις ὕστερον φυλάσσηται ἐπὶ γῆν τὴν σὴν στρατεύεσθαι . ʹ οὗτος μέν οἱ λόγος ἦν τιμωρός · τοῦδε δὲ τοῦ λόγου παρενθήκην ποιεέσκετο τήνδε , ὡς Εὐρώπη περικαλλὴς εἴη χώρη , καὶ δένδρεα παντοῖα φέρει τὰ ἥμερα , ἀρετήν τε ἄκρη , βασιλέι τε μούνῳ θνητῶν ἀξίη ἐκτῆσθαι .
7.6 ταῦτα ἔλεγε οἷα νεωτέρων ἔργων ἐπιθυμητὴς ἐὼν καὶ θέλων αὐτὸς τῆς Ἑλλάδος ὕπαρχος εἶναι . χρόνῳ δὲ κατεργάσατό τε καὶ ἀνέπεισε ὥστε ποιέειν ταῦτα Ξέρξην · συνέλαβε γὰρ καὶ ἄλλα οἱ σύμμαχα γενόμενα ἐς τὸ πείθεσθαι Ξέρξην .