6.139 δὲ Πυθίη σφέας ἐκέλευε Ἀθηναίοισι δίκας διδόναι ταύτας τὰς ἂν αὐτοὶ Ἀθηναῖοι δικάσωσι . ἦλθόν τε δὴ ἐς τὰς Ἀθήνας οἱ Πελασγοὶ καὶ δίκας ἐπαγγέλλοντο βουλόμενοι διδόναι παντὸς τοῦ ἀδικήματος . Ἀθηναῖοι δὲ ἐν τῷ πρυτανηίῳ κλίνην στρώσαντες ὡς εἶχον κάλλιστα καὶ τράπεζαν ἐπιπλέην ἀγαθῶν πάντων παραθέντες , ἐκέλευον τοὺς Πελασγοὺς τὴν χώρην σφίσι παραδιδόναι οὕτω ἔχουσαν . οἱ δὲ Πελασγοὶ ὑπολαβόντες εἶπαν ʹ ἐπεὰν βορέῃ ἀνέμῳ αὐτημερὸν ἐξανύσῃ νηῦς ἐκ τῆς ὑμετέρης ἐς τὴν ἡμετέρην , τότε παραδώσομεν , ʹ ἐπιστάμενοι τοῦτο εἶναι ἀδύνατον γενέσθαι . γὰρ Ἀττικὴ πρὸς νότον κεῖται πολλὸν τῆς Λήμνου .
6.140 τότε μὲν τοιαῦτα · ἔτεσι δὲ κάρτα πολλοῖσι ὕστερον τούτων , ὡς Χερσόνησος ἐπ’ Ἑλλησπόντῳ ἐγένετο ὑπὸ Ἀθηναίοισι , Μιλτιάδης Κίμωνος ἐτησιέων ἀνέμων κατεστηκότων νηὶ κατανύσας ἐξ Ἐλαιοῦντος τοῦ ἐν Χερσονήσῳ ἐς Λῆμνον προηγόρευε ἐξιέναι ἐκ τῆς νήσου τοῖσι Πελασγοῖσι , ἀναμιμνήσκων σφέας τὸ χρηστήριον , τὸ οὐδαμὰ ἤλπισαν σφίσι οἱ Πελασγοὶ ἐπιτελέεσθαι . Ἡφαιστιέες μέν νυν ἐπείθοντο , Μυριναῖοι δὲ οὐ συγγινωσκόμενοι εἶναι τὴν Χερσόνησον Ἀττικὴν ἐπολιορκέοντο , ἐς καὶ οὗτοι παρέστησαν . οὕτω δὴ τὴν Λῆμνον ἔσχον Ἀθηναῖοί τε καὶ Μιλτιάδης .