7.1 ἐπεὶ δὲ ἀγγελίη ἀπίκετο περὶ τῆς μάχης τῆς ἐν Μαραθῶνι γενομένης παρὰ βασιλέα Δαρεῖον τὸν Ὑστάσπεος , καὶ πρὶν μεγάλως κεχαραγμένον τοῖσι Ἀθηναίοισι διὰ τὴν ἐς Σάρδις ἐσβολήν , καὶ δὴ καὶ τότε πολλῷ τε δεινότερα ἐποίεε καὶ μᾶλλον ὅρμητο στρατεύεσθαι ἐπὶ τὴν Ἑλλάδα . καὶ αὐτίκα μὲν ἐπηγγέλλετο πέμπων ἀγγέλους κατὰ πόλις ἑτοιμάζειν στρατιήν , πολλῷ πλέω ἐπιτάσσων ἑκάστοισι πρότερον παρέχειν , καὶ νέας τε καὶ ἵππους καὶ σῖτον καὶ πλοῖα . τούτων δὲ περιαγγελλομένων Ἀσίη ἐδονέετο ἐπὶ τρία ἔτεα , καταλεγομένων τε τῶν ἀρίστων ὡς ἐπὶ τὴν Ἑλλάδα στρατευομένων καὶ παρασκευαζομένων . τετάρτῳ δὲ ἔτεϊ Αἰγύπτιοι ὑπὸ Καμβύσεω δουλωθέντες ἀπέστησαν ἀπὸ Περσέων . ἐνθαῦτα δὴ καὶ μᾶλλον ὅρμητο καὶ ἐπ’ ἀμφοτέρους στρατεύεσθαι .
7.2 στελλομένου δὲ Δαρείου ἐπ’ Αἴγυπτον καὶ Ἀθήνας , τῶν παίδων αὐτοῦ στάσις ἐγένετο μεγάλη περὶ τῆς ἡγεμονίης , ὡς δεῖ μιν ἀποδέξαντα βασιλέα κατὰ τὸν Περσέων νόμον οὕτω στρατεύεσθαι . ἦσαν γὰρ Δαρείῳ καὶ πρότερον βασιλεῦσαι γεγονότες τρεῖς παῖδες ἐκ τῆς προτέρης γυναικός , Γοβρύεω θυγατρός , καὶ βασιλεύσαντι ἐξ Ἀτόσσης τῆς Κύρου ἕτεροι τέσσερες . τῶν μὲν δὴ προτέρων ἐπρέσβευε Ἀρτοβαζάνης , τῶν δὲ ἐπιγενομένων Ξέρξης . ἐόντες δὲ μητρὸς οὐ τῆς αὐτῆς ἐστασίαζον , μὲν Ἀρτοβαζάνης κατότι πρεσβύτατός τε εἴη παντὸς τοῦ γόνου καὶ ὅτι νομιζόμενον εἴη πρὸς πάντων ἀνθρώπων τὸν πρεσβύτατον τὴν ἀρχὴν ἔχειν , Ξέρξης δὲ ὡς Ἀτόσσης τε παῖς εἴη τῆς Κύρου θυγατρὸς καὶ ὅτι Κῦρος εἴη κτησάμενος τοῖσι Πέρσῃσι τὴν ἐλευθερίην .