6.138 οἱ δὲ Πελασγοὶ οὗτοι Λῆμνον τότε νεμόμενοι καὶ βουλόμενοι τοὺς Ἀθηναίους τιμωρήσασθαι , εὖ τε ἐξεπιστάμενοι τὰς Ἀθηναίων ὁρτάς , πεντηκοντέρους κτησάμενοι ἐλόχησαν Ἀρτέμιδι ἐν Βραυρῶνι ἀγούσας ὁρτὴν τὰς τῶν Ἀθηναίων γυναῖκας , ἐνθεῦτεν δὲ ἁρπάσαντες τουτέων πολλὰς οἴχοντο ἀποπλέοντες , καί σφεας ἐς Λῆμνον ἀγαγόντες παλλακὰς εἶχον . ὡς δὲ τέκνων αὗται αἱ γυναῖκες ὑπεπλήσθησαν , γλῶσσάν τε τὴν Ἀττικὴν καὶ τρόπους τοὺς Ἀθηναίων ἐδίδασκον τοὺς παῖδας . οἳ δὲ οὔτε συμμίσγεσθαι τοῖσι ἐκ τῶν Πελασγίδων γυναικῶν παισὶ ἤθελον , εἴ τε τύπτοιτό τις αὐτῶν τινός , ἐβοήθεόν τε πάντες καὶ ἐτιμώρεον ἀλλήλοισι · καὶ δὴ καὶ ἄρχειν τε τῶν παίδων οἱ παῖδες ἐδικαίευν καὶ πολλῷ ἐπεκράτεον . μαθόντες δὲ ταῦτα οἱ Πελασγοὶ ἑωυτοῖσι λόγους ἐδίδοσαν · καί σφι βουλευομένοισι δεινόν τι ἐσέδυνε , εἰ δὴ διαγινώσκοιεν σφίσι τε βοηθέειν οἱ παῖδες πρὸς τῶν κουριδιέων γυναικῶν τοὺς παῖδας καὶ τούτων αὐτίκα ἄρχειν πειρῴατο , τί δὴ ἀνδρωθέντες δῆθεν ποιήσουσι . ἐνθαῦτα ἔδοξέ σφι κτείνειν τοὺς παῖδας τοὺς ἐκ τῶν Ἀττικέων γυναικῶν . ποιεῦσι δὴ ταῦτα , προσαπολλύουσι δὲ σφέων καὶ τὰς μητέρας . ἀπὸ τούτου δὲ τοῦ ἔργου καὶ τοῦ προτέρου τούτων , τὸ ἐργάσαντο αἱ γυναῖκες τοὺς ἅμα Θόαντι ἄνδρας σφετέρους ἀποκτείνασαι , νενόμισται ἀνὰ τὴν Ἑλλάδα τὰ σχέτλια ἔργα πάντα Λήμνια καλέεσθαι .
6.139 ἀποκτείνασι δὲ τοῖσι Πελασγοῖσι τοὺς σφετέρους παῖδάς τε καὶ γυναῖκας οὔτε γῆ καρπὸν ἔφερε οὔτε γυναῖκές τε καὶ ποῖμναι ὁμοίως ἔτικτον καὶ πρὸ τοῦ . πιεζόμενοι δὲ λιμῷ καὶ ἀπαιδίῃ ἐς Δελφοὺς ἔπεμπον λύσιν τινὰ αἰτησόμενοι τῶν παρεόντων κακῶν .